# P.Oxy. 1 130

Documentary Papyri, P.Oxy. 1, P.Oxy. 1 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-1/130
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-1/130

τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ φιλοχρίστῳ φιλοπτώχῳ πανευφήμῳ ὑπερφυεστάτῳ πατρικίῳ καὶ δουκὶ τῆς Θηβαίων χώρας Ἀπίωνι παρὰ Ἀνοὺπ ἐλεεινοῦ ὑμετέρου δούλου ἀπὸ τοῦ διαφέροντος αὐτῇ κτήματος καλουμένου Φάκρα. οὐδὲν ἄδικον ἢ ἀσεβὲς κέκτηται ὁ ἔνδοξος οἶκος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου, ἀλλʼ ἀεὶ μεστός ἐστι ἐλεημοσύνης ἐπιρρέων τοῖς ἐνδεέσιν τὰ χρειώδη. ὅθεν καὶ ἐγὼ ὁ ἐλεεινὸς δοῦλος τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου διὰ ταύτης μοῦ τῆς παρούσης δεήσεως ἐλεηθῆναί μοι βούλομαι γνῶναι τὴν ὑμετέραν δεσποτείαν ὡς ἐκ πατέρων καὶ ἐκ προγόνων δουλεύειν τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ πληρῶσαι ἐτησίως τὰ δημόσια· καὶ θεοῦ βουλήσει ἐπὶ τῆς παρελθούσης ἑνδεκάτης ἰνδικτίονος καὶ τῆς παρελθούσης δεκάτης τεθνάναι τὰ ἐμὰ κτήνη, καὶ χρυσίον οὐκ ὀλίγον ἐδανεισάμην νομίσματα ιε ἕως ὅτε δυνηθῶ ἀγοράσαι τὰ αὐτὰ κτήνη. ἀλλʼ ὅτε προσῆλθον τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ καὶ ἐλεῆσαί με ἐλθόντα ἐνταῦθα, οἱ διαφέροντες τοῦ ἐμοῦ δεσπότου οὐκ ἠνέσχοντο ποιῆσαι κατὰ τὴν κέλευσιν τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου. ἐὰν γάρ, δέσποτα, μὴ καταλάβῃ με ὁ ἔλεός σου, οὐ δύνομαι σταθῆναι ἐν τῷ ἐμῷ κτήματι καὶ χρησιμεῦσαι τοῖς γεουχικοῖς πράγμασιν. καὶ παρακαλῶ καὶ κατακελεύω τὴν ὑμετέραν δεσποτείαν προστάξαι ἐλεηθῆναί με, ἐπειδὴ εἰς μεγάλην ἀνατροπὴν ἦλθον. οὐκ ἔχω γὰρ ἄλλην καταφυγὴν εἰ μὴ τὴν τοῦ δεσπότου Χριστοῦ καὶ τῆς ὑμετέρας ὑπεροχῆς. καὶ ὕμνους ἀθανάτους ἀναπέμψω τῷ δεσπότῃ Χριστῷ ὑπὲρ τῆς ζωῆς τῆς ὑμετέρας δεσποτείας καὶ τοῦ ὑπερφυεστάτου αὐτῆς υἱοῦ Στρατηγίου δεσπότου.

---

Documentary Papyri, P.Oxy. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;1.
