# P.Oxy. 1 131

Documentary Papyri, P.Oxy. 1, P.Oxy. 1 131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-1/131
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-1/131

τῷ ἐμῷ μετὰ θεὸν ἀγαθῷ δεσπότῃ δέησις καὶ ἱκεσία παρʼ ἐμοῦ Σουσνεῦ ἐλεεινοῦ ὑμετέρου δούλου ἀπὸ Πάτανι. διδάσκω τὸν ἐμὸν ἀγαθὸν δεσπότην τὸ κατʼ ἐμὲ πρᾶγμα, τοῦτον ἔχοντα τὸν τρόπον. ἡνίκα ἔζη ὁ πατὴρ μου ἐκάλεσεν ἐμὲ καὶ τοὺς ἀδελφοὺς ἐμοῦ, λέγων ὅτι κρατήσῃ εἷς ἐξ ὑμῶν τὴν οὐσίαν τῆς μητρὸς ὑμῶν Ἰω…ραφη, καὶ οἱ ἄλλοι ἐκ τῆς οὐσίας μου τρέφονται· καὶ ἐπῆρεν Δαυεὶτ τὸν μικρότερόν μου ἀδελφόν, καὶ δέδωκεν εἰς τὴν κτῆσιν τῆς μητρός μου. καὶ μέλλων τελευτᾶν ὁ πατήρ μου ἐκέλευσεν δοθῆναι αὐτῷ τῷ Δαυεὶτ ἐκ τῆς αὑτοῦ οὐσίας ἡμιαρούριον, λέγων ὅτι ἀρκεῖ αὐτῷ τὸ ἡμιαρούριον διότι καὶ τὴν κτῆσιν τῆς μητρὸς αὐτοῦ ἔχει. καὶ ἰδοὺ τρία ἔτη σήμερον ἀφʼ ὅτε ἀπέθανεν, ἅμα δὲ ἀπέθανεν παρεγενάμην πρὸς Ἀβραάμιον τὸν μείζονα Κλαυδιανοῦ, καὶ παρήνεγκεν τοὺς μάρτυρας τοὺς εὑρεθέντας ἐπάνω τοῦ πατρός μου, τοῦτʼ ἔστιν, Ἰούλιον τὸν πρεσβύτερον καὶ Ἀπολλών, καὶ πρὸς τὴν φωνὴν τοῦ πατρός μου ἐποίησεν γενέσθαι· καὶ καθʼ ἐνιαυτὸν σπείρω τὴν οὐσίαν μου, καὶ Δαυεὶτ ὁ ἀδελφός μου σπείρει τὴν οὐσίαν τῆς μητρὸς μου καὶ τὸ ἡμιαρούριον αὐτοῦ. καὶ σήμερον Ἀβραάμιος ὁ πορδουλεσθεὶς παρὰ τοῦ αὐτοῦ Δαυεὶτ ἐφύλαξέν με λέγων ὡς ἐὰν μὴ λάβῃ ὁ ἀδελφός μου τὴν οὐσίαν τῆς μητρὸς παρὰ μίαν καὶ τὸ ἡμιαρούριον ὃ δέδωκεν αὐτῷ ὁ πατήρ μου, καὶ πάλιν μερισθῇ εἰς ἐμὲ καὶ αὐτὸν ὅσα κατέλειψέν μοι ὁ πατήρ μου· δέδωκεν δὲ τῇ μητρί μου ὁ πατήρ μου ρι νομίσματα ἵνα μερίσηται εἰς ἐμὲ καὶ τοὺς ἀδελφούς μου, καὶ ταῦτα δέδωκεν Ἐλισάβετ τῇ μειζοτέρᾳ μου ἀδελφῇ. καὶ παρακαλῶ τὸν ἐμὸν ἀγαθὸν δεσπότην παρασκευάσαι πρὸς ὃ εἶπεν ὁ πατήρ μου φυλαχθῆναί μοι τὸ δίκαιον.

---

Documentary Papyri, P.Oxy. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;1.
