# P.Oxy. 10 1252.1.1-11

Documentary Papyri, P.Oxy. 10, 1252.1.1 to 1252.1.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-10/1252.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-10/1252.1.1

… ἀπὸ Π…είμεως ἑτέρα· Οὐαλέριος Πομπηιανὸς Ἡρακλείδῃ στρατηγῷ Ὀξυρυγχίτου χαίρειν. καὶ πάλαι προσέταξα οἷς ἐὰν προσῇ που …αν παραφυλακτέον χα… ἀπελασία τετολμη…αν …ιλαι τὴν παρασ…ων … καὶ νῦν τοῦτο ἐπιστέλλω … πλήρωσον τὸ κεκελευσμένον ὅπως πρὸς ἐπιστολὴν σὴν ἡ σὴ ἀρχὴ … ἔρρωσο. ἔτους ε ἔτους καὶ δ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν … …α χειρόγραφον ἀποδείξεων πρὸς Θέωνα καὶ Ἡρακλείδην καὶ Θώνιον γενομένους ἐπιμελητὰς τοῦ ἐν Ἠλενσάει φρουρίου περὶ τοῦ μὴ διασεσεῖσθαι ὑπὸ Φιλέου ἐκ προστάξεως τῆς ἡγεμονίας. Αὐρηλίῳ Ἡρακλείδῃ ἐξηγητῇ Ἀλεξανδρείας στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Θωνίου καὶ Ἡρακλείδου ἀμφοτέρων ἐξηγητῶν καὶ Θέωνος ἀρχιερέως τῶν τριῶν βουλευτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως γενομένων ἐπιμελητῶν τοῦ ἐν Ἠλενσάει φρουρίου. ἐπὶ σήμερον ἥτις ἐστὶν ιη μετεκαλέσω ἡμᾶς καὶ ἐπὶ ὑπομνημάτων σῶν ἀνέγνως γράμματα τοῦ διασημοτάτου ἡμῶν ἡγεμόνος Οὐαλερίου Πομπηιανοῦ διʼ ὧν προσέταξεν εἰ μὲν εἴημεν διασεισθέντες ὑπὸ Φιλέου ἄρξαντος Ἀλεξανδρείας ἥκειν μετὰ τῶν ἀποδείξεων, εἰ δὲ μή, κατὰ χώραν μένειν, καὶ φθάσαντες μὲν ἐπὶ τῶν σῶν ὑπομνημάτων προηνεγκάμεθα μηδένα διασεισμὸν πεπονθέναι ὑπὸ τοῦ Φιλέου, ἀλλʼ ἐπεὶ καὶ ἐνγράφως ἠθέλησας ἡμᾶς αὐτὸ τοῦτο προσφωνῆσαι, πάλιν ἅπερ προηνεγκάμεθα δηλοῦμεν ὡς μηδὲν ὑπʼ αὐτοῦ σεσεῖσθαι καὶ ἀξιοῦμεν αὐτὰ ταῦτα φανερὰ τῷ μεγαλείῳ αὐτοῦ γενέσθαι. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ε ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Θὼθ ιη. Αὐρήλιος Θώνις ὁ καὶ Θεαγένης ἐξηγητὴς ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλείδης καὶ ὡς χρηματίζω συνεπιδέδωκα. Αὐρήλιος Θέων καὶ ὡς χρηματίζω συνεπιδέδωκα. … … χαίρειν. …ον χορηγεῖν τῇ πόλει … ἐνήνοχεν ἡ ὀνομασία … πρὸς ἐπιστολὴν Ἀσκληπιάδου …ως. ϛ ἔτους καὶ ε ἔτους Θὼθ λ. … τῇ βουλῇ τῶν Ὀξυρυγχιτῶν χαίρειν. … τοῦ Ὀξυρυγχίτου νομοῦ ὡς … … τῇ βουλῇ τῶν Ὀξυρυγχιτῶν χαίρειν. …μένους ὑμῖν φρουροὺς …αι ὅρους δὲ οἱ προ…ξονται.

---

Documentary Papyri, P.Oxy. 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;10.
