# P.Oxy. 12 1413.1-20

Documentary Papyri, P.Oxy. 12, 1413.1 to 1413.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-12/1413.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-12/1413.1

…η καὶ ψήφισμα αὐτῷ ἐπὶ τούτοις γινέσθω εἰς ἡμιχώριον τ…υδ… …ας δὲ εἰσηγοῦμαι. Σεπτίμιος Σερῆνος ὁ καὶ Ἰσχυρίων ἐξηγητὴς εἶπεν· …ρ… καὶ ω… … ἐπὶ τούτοις τοῖς ὅροις. οἱ βουλευταὶ εἶπον· ὠκεανέ, ἐξηγητά. ὁ πρύτανις εἶπεν· … τὸ μεγαλεῖον τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ. ὀνομάσατε οὖν καὶ βουλευτὰς ἵνα τὰ στεπτικὰ αὐτῶν εἰς… οἱ βουλευταὶ εἶπον· …ι. ὁ πρύτανις εἶπεν· προτρέψασθε οἱ ἐξηγηταί τινας. οἱ ἐξηγηταὶ εἶπον· προτραπήτω Σερῆνος εἰς ἐξηγητείαν. ὁ πρύτανις εἶπεν· … … Σαβεῖνος καὶ ὡς χρηματίζει πρυτανεύσας εἶπεν· ὁ Πλουτίων στεπτικὸν ἔτι ὀφείλει ἧς ἀνεδέξατο ἀπὸ τιμῶν ἐξηγητείας. ὁ πρύτανις εἶπεν· … γραμματεὺς πολιτικῶν εἶπεν· ναί. Ἰουλιανὸς ὁ καὶ Διοσκουρίδης ἐξηγητὴς εἶπεν· Πλουτίων ὀφείλει στεπτικόν, οὔκουν … … οἱ βουλευταὶ εἶπον· ὁ ὀνομασθεὶς ἐπὶ τῷ ἰδίῳ πόρῳ ὠνομάσθη. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· … Σερῆνός ἐστιν γυμνασίαρχος. ὁ πρύτανις εἶπεν· ὀνομάσατε ἄλλους, ἵνα καὶ ἐὰν τὸ ἐξηγητικὸν συσταθῇ. οἱ ἐξηγηταὶ εἶπον· προτραπήτω Ἴων υἱὸς εἰς τὴν ἐξηγητείαν τοῦ πάππου. Σεκοῦνδος Σεκούνδου ἀρχιερεὺς εἶπεν· ἐπιτηρείσθω οὖν ὁ ὀνομασθεὶς. ὁ πρύτανις εἶπεν· αἱροῦμαι εἰς ἐπιτήρησιν … Φιλέαν καὶ Πλουτεῖνον ἵνα τὴν πίστιν ἀποπληρώσωσιν τῇ βουλῇ. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Φιλέα, ἁγνὲ πιστὲ Πλουτεῖνε. τούτων … ὑπερτεθέντων εἰς τὴν ἑξῆς βουλήν, ὁ πρύτανις εἶπεν· καὶ αἱ ἄλλαι ἀρχαὶ ὀνομασάτωσαν. ὀνομάσατε δὲ καὶ βουλευτάς. οἱ ἀπὸ τῆς τρίτης φυλῆς εἶπον· … ὁ πρύτανις εἶπεν· ἐπιτηρήσει Νεῖλος βουλευτής. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Νεῖλε, ἀεὶ καλῶς Νεῖλος, βοήθειαν αὐτῷ. οἱ ἀπὸ τῆς τρίτης φυλῆς εἶπον· … Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· … κατείληφα πόρον, τουτέστιν γενήματα ἀποκείμενα ἐν τῷ Μονίμου, καὶ ὅταν γνωσθῇ ἡ ποσότης, παρατεθήσεται ὑμῖν. …φος καὶ ὡς χρηματίζει εἶπεν· ὅσοι νῦν ὠνομάσθησαν ὑπὸ Φιλέου καὶ Ἡρακλιδίωνος ὠνομάσθησαν. οἱ βουλευταὶ εἶπον· ἀπὸ ὅλης τῆς φυλῆς … ἁγνὲ πιστὲ Ὡρίων γεουχῶν ἐν Νεσμείμι, ἁγνὲ πιστὲ Λεωνίδη γεουχῶν ἐν Δωσιθέου, ἁγνὲ πιστὲ Βησαρίων γεουχῶν ἐν … Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· ἵνα προτραπῶσιν καὶ ἄρχωσιν οἱ ὀνομαζόμενοι, τὸ πρωτενίαυτον τῆς λειτουργησίας … Πτολεμαῖος γυμνησίαρχος εἶπεν· … εἰς τὴν τριακάδα τοῦ Μεσορὴ χρῖσαι. τῇ μὲν τριακάδι οὐκ ἔχρισεν, ἀλλὰ τῇ ἑξῆς νεομηνίᾳ διʼ ἐμοῦ ἔχρισεν, παραδεχ…, β …ς ὁ τοῦ Φιλοσόφου, γ ἐπεστάτει Θεόδωρος υἱὸς Πτολεμαίου καὶ οὐκ ἔχρισεν ἀλλʼ ἐγὼ ἐκ προχρείας ἔχρισα ἐὰν οὖν

---

Documentary Papyri, P.Oxy. 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;12.
