# P.Oxy. 12 1413.21-37

Documentary Papyri, P.Oxy. 12, 1413.21 to 1413.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-12/1413.21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-12/1413.21

… οἱ βουλευταὶ εἶπον· ὠκεανὲ Πτολεμαῖε, ὠκεανὲ γυμνασίαρχε. ια Διονύσιος ὁ καὶ Ἀρτεμίδωρος, ιβ Ἀριστίων ὁ καὶ Ἀνδρόνεικος Ἀσυγκρίτου … γυμνασίαρχος εἶπεν· … ἡ ἐναλλαγὴ τῶν ἡμερῶν. οἱ βουλευταὶ εἶπον. κύρια τὰ ψηφίσματα. ιγ Ξενικὸς καὶ οἱ μέλλοντες γυμνασιαρχεῖν, … … Σερῆνος Ἀμμωνίου γυμνασίαρχος εἶπεν· μὴ βλαπτέτω μου τὸ ψήφισμα ἡ ἐναλλαγὴ τῆς ἡμέρας … … εἰ καὶ μὴ ἔχρισεν. κη Σεουῆρος καὶ Ἐπίμαχος οἱ τοῦ Φιλοσόφου. οἱ βουλευταὶ εἶπον· ὠκεανὲ Σερῆνε, ὠκεανὲ γυμνασίαρχε … … ὁ πρύτανις εἶπεν· … ὁ ἐπείκτης χρυσοῦ στεφάνου καὶ Νίκης τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ Ἰουλι … … τοῦ κυρίου ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ καὶ ὅτι καὶ ὁ στέφανος αὐτοῦ ἤδη ἐγένετο, καὶ εἰ μὴ οἱ τεχνῖται … … τὰ σκεύη ταῦτα κατʼ εὐχὴν γείνεται. ἄλλα δώδεκα τάλαντα δοθήτω τοῖς τεχνίταις. … … οἱ βουλευταὶ εἶπον· οἱ αὐτοὶ ἀπαιτείτωσαν. Θέων ὁ καὶ Ὡριγένης Χαιρήμονος καὶ ὡς χρηματίζει εἶπεν· … … δύνασθε αὐτοὺς ἀπαιτῆσαι. οἱ βουλευταὶ εἶπον· ἁγνοὶ πιστοὶ ἀπαιτηταί. Εὔπορος ὁ καὶ Ἀγαθὸς Δαίμων καὶ ὡς χρηματίζει εἶπεν· … …ναι, ἐὰν μὴ τελειωθῇ τὸ ἔργον. ὁ πρύτανις εἶπεν· καὶ ὁ κράτιστος ἐπιστράτηγος δ… … Εὔπορος ὁ καὶ Ἀγαθὸς Δαίμων καὶ ὡς χρηματίζει εἶπεν· ὅταν οὖν εὐθέως ἔλθῃ, ἐπειχθήσεται τὸ ἔργον. οἱ βουλευταὶ εἶπον· … …τε Εὔπορε, εὐδιοίκητε Εὔπορε. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· … εἴ τι τοῖς τεχνίταις ἐν πίστει ἀναλίσκεται, παρατεθήσεται ὑμῖν. ὁ πρύτανις εἶπεν· …πον ἦν καὶ ἐπεστάλη τότε τὸ κοινὸν τῶν κοσμητῶν διὰ Κορνηλιανοῦ καὶ Παυσανίου … …ος δεδηλωκέναι πρὶν ἂν τὸ πᾶν ἀνάλωμα δοθῇ … Μάξιμον εν…δ… …λειτουργησίαν … ἕως τοῦ Παχὼν α… …του…ο…ς αἰτησω…

---

Documentary Papyri, P.Oxy. 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;12.
