# P.Oxy. 12 1414

Documentary Papyri, P.Oxy. 12, P.Oxy. 12 1414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-12/1414
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-12/1414

…ὀφείλεται καὶ τάλαντα δεκατέσσαρα . ἡ τιμὴ τῶν ρ στιχαρίων τάλαντα ἑκατὸν τεσσαράκοντα … … ἀπέχω τὰ διαφέροντα τῷ νομῷ εἰς τὸ μέρος τῆς πόλεως ἓξ ἥμισυ . μηνιαῖοι ἀποδοῦναι ἐκ τῆς ἰδίας ἀπαιτείσθωσαν ἑπτὰ ἥμισυ … …χίζεται. ὁ πρύτανις εἶπεν· τὴν τοῦ ἱεροῦ ἀναβολικοῦ γραφὴν κατεσκέψασθε καὶ ὅρον δεδώκατε καὶ ἐπεστάλη τὰ δόξαντα ὑμῖν τῷ στρατηγῷ, ἀλλὰ οἱ λινέμποροι μὴ … … τοὺς τὸ ἔργον τοῦτο μεταχειρισαμένους μηδὲ τὰς γυναῖκας αὐτῶν δύνασθαι κλώθειν τὸ λίνον προεβάλοντο … …α… ὅπως καὶ περὶ τοῦτο ὅρον δῶτε. ὀλίγαι γὰρ κῶμαί εἰσιν αἳ ἐν τῷ νομῷ ὑμῶν τοῦτο τὸ εἶδος ἔχουσιν. οἱ βουλευταὶ εἶπον· … …ναι. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· οἱ λινέμποροι … …σαι καὶ ἐκ τεσσαράκοντα ἐννέα δηναρίων εἶναι τὸ λίνον τὸ στημονικόν, ἕνδεκα δὲ δηνάρια αὐτοῖς ἐξωδιάσθη ἀπὸ τοῦ ταμιακοῦ λόγου … … γενέσθαι. οἱ βουλευταὶ εἶπον· δεκαεννέα δηναρίοις ἀρκείσθωσαν οἱ λινέμποροι μετὰ τὸ ἐξωδιαζόμενον ἀπὸ τοῦ ταμιακοῦ λόγου. Σεπτίμιος Διογένης ὁ καὶ Ἀγαθὸς Δαίμων γενόμενος ὑπομνηματογράφος καὶ ὡς χρηματίζει σύνδικος εἶπεν· εἰ τοῦτο ὑμῖν ἔδοξεν ἐπὶ τοῦ στημονικοῦ, πεῖραν προσενεγκοῦμεν καὶ τοῖς μέλλουσιν ὑφαίνειν … …ταξάτωσάν τινα οἱ λινόϋφοι οἱ μέλλοντες ὑφαίνειν τὴν ὀθόνην τοῦ ἱεροῦ ἀναβολικοῦ … ἀναγνωσθείσης ἀξιώσεως τῶν τῆς πόλεως λινοΰφων περὶ τοῦ μετὰ τὰς πέρυσιν ἐξοδιασθεῖσας αὐτοῖς ὑπὲρ … δραχμὰς … δοθῆναι ἄλλας δραχμὰς … διὰ τὴν πλεοτιμίαν τῶν εἰδῶν καὶ τὴν πλεομισθίαν τῶν ὑπουργῶν, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· δοθήτωσαν τοῖς λινοΰφοις ἄλλαι δραχμαὶ … κοντα εἰς συνπλήρωσιν δραχμῶν διακοσίων διὰ τὴν πλεοτιμίαν τῶν εἰδῶν. τοῦτο ψηφίσασθε … … συντετιμημένου τοῦ κρίκου καὶ αὗται προσγενέσθωσαν. οἱ τελοῦντες τὴν τιμὴν τοῦ λίνου … … παρατεθήσεται ὑμῖν τῇ ἑξῆς βουλῇ· οἱ βουλευταὶ εἶπον· ἴτω. … ἀναγνωσθέντος ἐπιστάλματος Τερεντίου Ἀρίου στρατηγοῦ περὶ τοῦ αἱρεθῆναι εκα… ἔδοξεν ὑπερτεθῆναι εἰς τὴν ἑξῆς βουλήν. ἀναγνωσθέντος ἐπιστάλματος τοῦ στρατηγοῦ περὶ αἱρέσεως ἄλλων καταπομπῶν ζῴων, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· … μάλιστα δὲ τῶν καταπομπῶν τῶν καταφερομένων ζῴων τοῖς ἅμα τοῖς καταφερομένοις … …υπον συνάξας τινὰς τοὺς παρόντας ἀπὸ τῆς βουλῆς ὠνομάσαμεν ἕνα Σαραπίωνα … ἵνα μὴ … … γένηται. οἱ βουλευταὶ εἶπον· ἀτίμητε πρύτανι, σώζου ἡμῖν, πρύτανι καλῶς ἄρχεις, καλῶς … ὁ πρύτανις εἶπεν· … … ἐν τῷ λογιστηρίῳ ἐστίν. οἱ βουλευταὶ εἶπον· ἐπιεικῶς ὁ πρύτανις. ὁ πρύτανις εἶπεν· ὁ νόμος κελεύει πρὸ ἑξαμήνου τὸν μελλοπρύτανιν ὀνομάζεσθαι. ὑπομιμνήσκω ὑμᾶς τ… … οἱ βουλευταὶ εἶπον· μετὰ σκέψεως ἡ ὀνομασία γείνεται τ… ὁ πρύτανις εἶπεν· … …υ γὰρ ἐν νόσῳ εἰμὶ καὶ τῆς πλευρᾶς ῥέγχομαι, ὡς ἐπίστασθε, καὶ … οἱ βουλευταὶ εἶπον· …δυπε πρύτανι, εὐγενὲς πρύτανι, ἔτι κάμε ὑπὲρ ἡμῶν, κάμε ἄξια τοῦ ἐπάνω χρόνου. … ὁ πρύτανις εἶπεν· … ἐστίν, καὶ οἱ ἥμισυ τούτου τοῦ μέρους ὀφείλοντες …εουτιν…δεω… οἱ βουλευταὶ εἶπον· … … ὁ πρύτανις εἶπεν· ἐπειδὴ σήμερον πρόσκλητον βουλὴν … …αι πρόνοιαν ποιήσηται ἅπαν τὸ …

---

Documentary Papyri, P.Oxy. 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;12.
