# P.Oxy. 12 1415

Documentary Papyri, P.Oxy. 12, P.Oxy. 12 1415. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-12/1415
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-12/1415

… ὁ πρύτανις εἶπεν· … ὅτι ἀγοράζουσιν τὰ ἑαυτῶν, καταφερέτωσαν …ων ἀκούουσιν, ἵνα καὶ περὶ τούτου αὐτῷ παραθώμεθα. … ὁ πρύτανις εἶπεν· … καὶ ἀναγινώσκεται ὑμῖν. ἀναγνωσθέντων ἐπισταλμάτων δύο τοῦ στρατηγοῦ, ἑνὸς μὲν περὶ τοῦ ἀντὶ Ἀκτιασίωνος βουλευτοὺ υἱοῦ … καταφέροντος καταπομποὺς οἴνου ἀποδράντος ἕτερον δοθῆναι, τοῦ δὲ ἑτέρου περὶ τοῦ ἀντὶ Θέωνος βουλευτοῦ υἱοῦ … καταφέροντος ἐξ Ἀραβίας τοὺς καταπομποὺς κριθῆς ἀποδράντος ὁμοίως ἕτερον δοθῆναι, μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· … δότε τοὺς λειτουργούς, ἵνα μὴ ἐμποδίζηται ἡ καταπομπὴ τῆς ἀννώνης τῶν γενναιοτάτων στρατιωτῶν. οἱ βουλευταὶ εἶπον· μὴ προτραπήτωσαν … ἵνα μὴ φεύγωσιν. ὁ πρύτανις εἶπεν· παραθησόμεθα καὶ περὶ τούτου τῷ κρατίστῳ ἐπιστρατήγῳ, συνεσπόμενοι δὲ καὶ περὶ … καὶ περὶ συνλέκτου οἴνου ἀντὶ Ἀριστίωνος τοῦ ἀπολυθέντος ὑπὸ τοῦ κρατίστου ἐπιστρατηγοῦ διʼ ἄλλου ὑπομνήματος. οἱ βουλευταὶ εἶπον· … Ἀριστίων ὅταν ἔλθῃ ὁλοκληρήσει, λειτουργὸς η῏ν ὁλοκληρῶν Ἀριστίων. ὁ πρύτανις εἶπεν· δότε τοὺς λειτουργούς, ἵνα μὴ ἐμποδίζηται … οἱ βουλευταὶ εἶπον· … ἐγγύη ἤδη παρὰ τῷ στρατηγῷ ἦν, Ἀκτιασίωνος καὶ Θέωνος ἐγγύαι παρὰ τῷ στρατηγῷ ἦσαν. ὁ πρύτανις εἶπεν· … ὁ πρύτανις εἶπεν· …ε…λ…ε…ου καὶ ἀναγινώσκεται ὑμῖν. ἀναγνωσθέντος ἐπιστάλματος τοῦ στρατηγοῦ περὶ τοῦ … καὶ ἐπιστάλματος δημοσίων χρημάτων τραπεζίτου περὶ τοῦ ἀντὶ Πασίωνος…κατο… καὶ … ἕτερον δοθῆναι, μετὰ τὴν ἀνάγνωσιν οἱ βουλευταὶ εἶπον· ὁ πρύτανις εὐπορώτερον ὀνομαζέσθω. ὁ πρύτανις εἶπεν· δια…αι … ἐπείξατε …υτ…υμω ε… … τηλικαύτην, καὶ ὑμεῖς οὖν ψηφιεῖσθε τὸ ε…α… οἱ βουλευταὶ εἶπον· … ὁ πρύτανις εἶπεν·… ἀναγνωσθέντων ἐπισταλμάτων Ἰ…ρφεσου περὶ τοῦ ωρ…υ… μετὰ τὴν ἀνάγνωσιν ὁ πρύτανις εἶπεν· … εἰς λειτουργίαν κατετάγησαν καὶ ἤδη ἔχοντες λειτουργίας. οἱ βουλευταὶ εἶπον· …ς ὁ πρύτανις εἶπεν· ἀναπληροῦτε τὸ λειτούργημα, δότε … ι…ι…, ὀνομάσασθε ὃν βούλεσθε. οἱ ἀπὸ τῆς φυλῆς εἶπον· … Εὐδαίμων ἐξηγητὴς εἶπεν· οὐ δύναται Πτολεμαῖος ἐνμένειν λειτουργίᾳ, τοῦτο ἐπι…ι…ητως … πᾶσαν ἀναλάβεσθε εἰς ἄλλο τι βαρυτάταις ταῖς ε…αιαις λειτουργείαις καὶ … Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· δέομαι ὑμῶν, οὐ δύναμαι. μέτριός εἰμι, παρὰ πατρὶ τρέφομαι, … … ὁ πρύτανις εἶπεν· ἔτι δεῖται τῆς ἀφʼ ὑμῶν προτροπῆς Πτολεμαῖος, καὶ αὐτὸς γὰρ ἀπὸ τηλικούτου λειτουργήματος ἀποφεύγει … Εὐδαίμων ἐξηγητὴς εἶπεν· καὶ Πτολεμαῖος μέτριός ἐστιν καὶ οὐ δύναται τὸ βάρος ὑποφέρειν … Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· ὑπὲρ ἐμέ ἐστιν τὸ λειτούργημα. ὁ πρύτανις εἶπεν· εἰ καὶ ἐν ἄλλῃ … … Πτολεμαῖος, οὐ δύναται ἀντερεῖν ὑμῖν εἰς τὴν δημοσίαν τραπεζιτείαν. φανερὸν δέ ἐστιν ὅτι οὐκ ἔξεστι …ι…ι…αρ…ων. οἱ βουλευταὶ εἶπον· ἁγνὲ πιστὲ Πτολεμαῖε, ἱκανὰ αὐτῷ … … Πτολεμαῖος Δαμαρίωνος ἀρχιερεὺς εἶπεν· δέομαι ὑμῶν, οὐ δύναμαι ὑπὸ ἕνα καιρὸν δύο λειτουργήματα ὑποστῆναι. Εὐδαίμων ἐξηγητὴς εἶπεν· Πτολεμαῖος πεῖραν τῆς προαιρέσεως αὑτοῦ πολλάκις δέδωκεν. ὁ πρύτανις εἶπεν· … … προβάλλομαι αὐτὸν ὑμῖν. οἱ βουλευταὶ εἶπον· οὐκ ἀντιλέξει τῇ φυλῇ Πτολεμαῖος … … Εὐδαίμων ἐξηγητὴς εἶπεν· πίστεως ἕνεκεν αὐτὸν εἵλασθε. … ὁ πρύτανις εἶπεν· … κε… ὁ πρύτανις εἶπεν· … α…

---

Documentary Papyri, P.Oxy. 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;12.
