# P.Oxy. 12 1473.ctr.1-23

Documentary Papyri, P.Oxy. 12, 1473.ctr.1 to 1473.ctr.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-12/1473.ctr.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-12/1473.ctr.1

… …ν…να ὑποστειλα … …εισα…ην ἀμπέλου πρόσοδον… λόγου ὀκταδράχμου … …ι…ων καὶ ἄλλων … δραχμῶν …ακισχιλίων τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον χωρὶς ὧν διέγραψεν ἡ Ἀπολλωνάριον ἀργυρίου ταλάντων τριῶν καὶ πρός, ἐν οἷς καὶ ἡ προσενεχθεῖσα ὑπὸ τῶν γονέων αὐτῆς τῷ Ὡρείωνι προὶξ ἅμα τῇ τοῦ γάμου αὐτῶν προσελεύσει, ἥτις συνγραφὴ ἐλύθη τῷ διελθόντι ϛ ἔτει μηνὶ Θὼθ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης. εἰς δὲ τὰ ἄλλα ὀφειλόμενα ὑπʼ αὐτῆς ἐπὶ τόκοις ἐπακολουθήσει ἡ Ἀπολλωνάριον γράμματα ἐκδιδομένη τῆς ἐπακολουθήσεως τῷ Ὡρείωνι ἕως ἂν τὰ ἄλλα ὑπὲρ αὐτῆς ὀφειλόμενα πληροφορηθῇ. ἀμφότεροι δὲ ἥ τε Ἀπολλωνάριον καὶ ὁ Ὡρείων ἐξομολογοῦνται τὸν καὶ διὰ τῆς περιλύσεως ἐξομολογηθέντα γεγονότα ἑαυτοῖς ἐξ ἀλλήλων υἱὸν Χαιρήμονα τὸν καὶ Φαῦστον ὄντα πρὸς τὸ ἐνεστὸς ζ ἔτος ἐτῶν ε. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως καθὰ καὶ πρότερον συνεβίουν φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν καὶ ἐπιχορηγείτω τῇ γυναικὶ τὰ δέοντα κατὰ δύναμιν. ἐὰν δέ, ὃ μὴ εἴη, ἐκ διαφορᾶς ἀπαλλαγῶσι ἀλλήλων, ἐὰν μὲν πρὶν ἢ πληρωθῆναι τὸν Ὡρείωνα τοῖς προκειμένοις αὐτοῦ ταλάντοις δυσὶ καὶ δραχμαῖς τρισχιλίαις καὶ τοῖς συναχθησομένοις τόκοις, ἀντιλήμψεται ὁ Ὡρείων τῶν προσόδων τῶν τῆς Ἀπολλωναρίου ὑπαρχόντων ἕως οὗ ἂν πληρωθῇ, τελῶν τὰ ὑπὲρ αὐτῶν δημόσια καὶ χορηγῶν τῇ Ἀπολλωναρίῳ εἰς διατροφὴν κατʼ ἔτος πυροῦ ἀρτάβας πεντήκοντα μέτρῳ τῷ προκειμένῳ καὶ οἴνου κεράμια πεντήκοντα πέντε , καὶ τοῖς ἄλλοις εἴστοτε φανησομένοις αὐτῆς δανεισταῖς ἀποδώσει. ἀφʼ οὗ δʼ ἂν ἡ πάντων ἀπόδοσις γένηται, ἔκτοτε ἡ Ἀπολλωνάριον ἀντιλήμψεται τῶν ὑπαρχόντων αὐτῆς, ἐπὶ δὲ πάντων καθότι πρὸς ἀλλήλους συνεχώρησαν. κυρία ἡ συνγραφὴ ἥνπερ ὁπηνίκα ἐὰν αἱρῶνται οἱ γαμοῦντες ἢ καί τις αὐτῶν καὶ διὰ δημοσίου ἀνοίσουσιν, τῶν τελῶν καὶ γραμματικῶν ὄντων πρὸς ἀμφοτέρους. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι ιγ. ἔστι δὲ τῆς αἰτήσεως τοῦ κυρίου ἀντίγραφον. Ἀμμωνιανὸς βασιλικὸς γραμματεὺς Ὀξυρυγχείτου διαδεχόμενος τὴν στρατηγίαν· εἰ μηδὲν ἀντιπίπτει, μηδενὸς δημοσίου ἤτοι ἰδιωτικοῦ καταβλαπτομένου, δύνασαι ὡς ἀξιοῖς ἐπισταμένη γράμματα κυρίῳ χρήσασθαι τῷ Εὐδαίμονι πρὸς μόνην ταύτην τὴν οἰκονομίαν. ἐσημειωσάμην. ἔτους ζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι … Ἀμμωνιανῷ βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ἀπολλωναρίου

---

Documentary Papyri, P.Oxy. 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;12.
