# P.Oxy. 14 1659.3.105-128

Documentary Papyri, P.Oxy. 14, 1659.3.105 to 1659.3.128. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-14/1659.3.105
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-14/1659.3.105

Ταλαὼ Ἁθὺρ ια διὰ Δείου δραχμὰς υνγ, ιβ δραχμὰς ρξ, ιγ δραχμὰς Α, ιδ δραχμὰς λε, γίνονται δραχμαὶ Αχμη. Ψώβθεως Ἁθὺρ ια διὰ Δείου δραχμὰς σμ, ιγ δραχμὰς λβ, γίνονται δραχμαὶ σοβ. Θώλθεως Ἁθὺρ ιβ διὰ Ἡρακλείδου δραχμὰς σι, ἄλλας δραχμὰς τ, ιγ δραχμὰς ρ, γίνονται δραχμαὶ χι. Σέσφθα Ἁθὺρ ιγ διὰ Πτολεμαίου δραχμὰς ρ, ιγ δραχμὰς β, ιδ δραχμὰς κ, γίνονται δραχμαὶ ρκβ. Τακόνα Ἁθὺρ ιγ διὰ Σερήνου δραχμὰς ω, ιδ δραχμὰς ρξη, γίνονται δραχμαὶ ϡξη. Τυχινφάγων Ἁθὺρ ια διὰ Θέωνος δραχμὰς ρ, ιβ δραχμὰς νϛ, γίνονται δραχμαὶ ρνϛ. γίνονται μητροπολιτικῶν τάλαντον α δραχμαὶ Ατνϛ. κωμητικῶν λημμάτων· Ἰσίου Τρύφωνος Ἁθὺρ ιβ δραχμὰς ρ, ιδ δραχμὰς μ, γίνονται δραχμαὶ ρμ. Ψωβθεως Ἁθὺρ ι δραχμὰς πη, ιδ δραχμὰς ιβ, ἄλλας δραχμὰς ρξη, γίνονται δραχμαὶ σξη. Τακόνα Ἁθὺρ ια δραχμὰς η, ιγ δραχμὰς τλϛ, ιδ δραχμὰς μ, γίνονται δραχμαὶ τπδ. Τυχινφάγων Ἁθὺρ ιγ διὰ Μάρωνος δραχμὰς σ, ιδ δραχμὰς σνϛ, ἄλλας δραχμὰς ρνβ, ἄλλας δραχμὰς κδ, ἄλλας δραχμὰς ιβ, ἄλλας δραχμὰς κη, γίνονται δραχμαὶ χοβ. Σέσφθα Ἁθὺρ ια δραχμὰς κϛ, ιγ δραχμὰς ιη, ιδ δραχμὰς μ, γίνονται δραχμαὶ πδ. Ταλαὼ Ἁθὺρ ι Ἀπολινάριος πράκτωρ δραχμὰς ψκ. γίνονται κωμητικῶν δραχμὰς Βσξη. γίνονται Κάτω τοπαρχίας τάλαντον α δραχμαὶ Γχκδ. νομοῦ Ἁθὺρ ιδ δραχμὰς π. γίνονται νομοῦ Ὀξυρυγχίτου τάλαντα ιγ δραχμαὶ ϙϛ ὀβολοὶ γ 𐅵 χαλκοῖ γ, ἀνάλογον μηνιαίου τάλαντα ιβ δραχμαὶ Εωϙ τετρώβολον χαλκοῦς α. Ἑρμοπολίτου· Ἰβιῶνος …λ μητροπολιτικῶν· Ἁθὺρ ια διὰ Διονυσίου ὑπηρέτου δραχμὰς σ, ιβ δραχμὰς Αυλη, ἄλλας δραχμὰς χ, ιγ δραχμὰς ωιη, ιδ δραχμὰς ν, ἄλλας δραχμὰς ρλβ, γίνονται δραχμαὶ Βχλη. κωμητικῶν· Ἁθὺρ ια διὰ Σερήνου δραχμὰς χβ τριώβολον, ιβ δραχμὰς ρξ, ιγ δραχμὰς σξ, ἄλλας δραχμὰς μ, ιδ δραχμὰς ια τριώβολον, γίνονται δραχμαὶ Αοδ καὶ διὰ τῶν ἀπὸ Σιγκέφα Ἁθὺρ ιβ δραχμὰς τκ, ιγ δραχμὰς σ, ιδ δραχμὰς νη, γίνονται δραχμαὶ φοη.

---

Documentary Papyri, P.Oxy. 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;14.
