# P.Oxy. 16 1862

Documentary Papyri, P.Oxy. 16, P.Oxy. 16 1862. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-16/1862
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-16/1862

πρὸ μὲν πάντων προσκυνῶ ὑμᾶς καὶ ἀσπάζομαι τὴν ὑμῶν θεοφύλακτον δεσποτείαν. τοῦ ου῏ν Βίκτορος ἀπαλλιξ…μ… καὶ ἤνεγκεν διακοσίας εἴκοσι δύο ἀρτάβας κριθῆς καὶ σίτου ἀρτάβας ἑβδομήκοντα δύο καὶ οἴνου κοῦρι διακόσια ἐνενήκοντα ἑπτὰ καὶ πρόβατα δώδεκα , κακὰ δέ, ὅτι οὐ δύναται ἄνθρωπος φαγεῖν αὐτά, καὶ δελφάκια ἓξ καὶ σινδόνια δώδεκα καὶ τριάκοντα ἐννέα ὀρνίθια καὶ ὁ Βίκτωρ εἶπεν ὅτι οὐ δύναμαι μεῖναι ὧδε, καὶ διὰ τὸ εἰπεῖν αὐτὸν ὅτι οὐ δύναμαι καὶ νομίσματα ἓξ καὶ ῥαφανελαίου λαγύνους δύο καὶ πέντε ξεστία Σπάνου καὶ ᾠὰ σ καὶ μέλιτος κοῦρι δύο ἥμισυ καὶ τὸ μικρὸν πίπεριν, καθίσαι ἰδοὺ ἔπεμψά σοι αὐτὸν καὶ τὰ ἱππάριά σου τὰ ὄντα ἐκεῖ. ἓν ἐξ αὐτῶν ἰδοὺ τέσσαρες μῆνας ἔχει ἐξ ὅτε ἀπέθανεν, καὶ ἄλλο ἓν οὐ δύναται ὅλως καμεῖν, ἔχει μῆνα ἡμερῶν σήμερον. καὶ ἰδοὺ οὖν ἔπεμψα τὸν εἰρημένον Βίκτωρα ἵνα δώσῃ αὐτὸ τῷ … καὶ ἐνέγκῃ αὐτὸ ὧδε μετὰ καὶ ἄλλας ἀρτάβας κριθαρίων τριάκοντα . ταύτας ὀφείλεις πέμψαι, καὶ ἐὰν χρείαν ἔχω ἄλλου χορτοαχύρου, γράφω σοι καὶ περὶ τούτου. καὶ τὰ ἓξ νομίσματα τὰ ἔπεμψες ὑπὲρ μισθοῦ τῶν ἱπποκομέων καὶ φορέτρου καμήλων καὶ ἄλλων καὶ διὰ τὰς βακάνας εἰς τὴν βίκλαν ἐγὼ οἶδα ὅτι οὐκ ἀρκοῦσιν. καὶ ἐὰν μὴ γράφω σοι οὖν καὶ ἔρχονται τὰ παλλικάριά σου, μὴ ἀκούσῃς αὐτῶν καὶ πέμπῃς τί ποτε ἐκεῖ ἕως οὗ, ὡς εἴρηται, γράψω σοι. εἰς κριθάριν καὶ οἰνάριν καὶ ὀρνίθια καὶ ὅλον τὸ ἀνάλωμα ἐγὼ οἶδα ὅτι ἀρκεῖ εἰς τοὺς δύο μῆνας, ἐὰν μὴ τὸ χορτάριν καὶ τὸ ἄχυρον καὶ τὸ μισθάριν τῶν ἱπποκόμων, οὐκ οἶδα ὅτι ἀρκοῦσιν ἢ οὐκ ἀρκοῦσιν. καὶ ὅρκον δέδωκα τῷ Βίκτωρι ἵνα ἀνέλθῃ καὶ ἔλθῃ πρὸς μέ. καὶ διὰ τὸ καθάρσιον ἐδεξάμην αὐτὸ καὶ εὐχαριστῶ σοι ὑπὲρ τούτου. καὶ τὸ ἀνάλωμα τὸ ἔπεμψες ὧδε τὸ ἥμισυ αὐτοῦ ἔλαβα εἰς τὴν ἀλλαγήν, καὶ τὸ ἄλλο ἥμισυ ἔβαλα εἰς τὸν ὅρμον ἕως τῆς ἀναβάσεως τῶν ὑδάτων, καὶ διὰ πλοιαρίων ἐπαίρω αὐτὸ εἰς τὸ μοναστήριν. καὶ εἴ τι ἔπεμψες εἰς τὴν ἀλλαγήν, κατάταξόν μοι αὐτὸ εἰς μίαν γνῶσιν τὸ τί καὶ τί ἔπεμψες καὶ πέμψον μοι αὐτό, ἐπειδὴ ὁ κελλαρίτης τῆς Ἡρακλέους ἤνεγκεν τέσσαρας μῆνας ἀναλώματος μεθʼ ἑαυτοῦ καὶ ἔκλεψεν αὐτὰ καὶ εἰ μή τι δύο μῆνας ἀναλώματος οὐκ ἔασεν. καὶ ἐὰν μὴ γράφω σοι καὶ βουλλεύσω τὴν ἐπιστολήν μου, μηδὲν πέμψῃς ἐκεῖ, ἐὰν πιστεύσῃς μοι περὶ τούτου. καὶ τὴν ὑγείαν αὐτῆς γράψον μοι. … λαμπροτάτῳ τιμῆς ἀξίῳ κυρίῳ Μαρίνῳ σχολαστικῷ παρὰ Ῥέμη σελλαριώτου … …ης τῆς σελλαριο… κωσ…φαντια ἄλλοις Πιναράχθεως.

---

Documentary Papyri, P.Oxy. 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;16.
