# P.Oxy. 16 1901.Fr6.53-87

Documentary Papyri, P.Oxy. 16, 1901.Fr6.53 to 1901.Fr6.87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-16/1901.Fr6.53
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-16/1901.Fr6.53

σιταρχίας δοθῆναι τῇ εἰρημένῃ Κυρίᾳ. οὐκ ἐξέσται δὲ οὐδενὶ οὔτε παραβῆναι τὴν διαθήκην οὔτε ἐναντιωθῆναι τοῖς δόξασίν μοι πᾶσιν, ἀλλὰ δόλος φθόνος πονηρὸς ἀπίτω ἀπέστω ταύτης μου τῆς διαθήκης καλῶς ἐχούσης, ποιηθείσης ὑπάτοις τοῖς προκειμένοις, καὶ ἠξίωσα τοὺς ἑξῆς ἀξιοπίστους μάρτυρας ἐνθεῖναι τὴν αὐτον μαρτυρίαν καὶ σφραγῖδα μετὰ τὴν ἐμὴν ὑπογραφὴν πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῶν ἐμοὶ παραστάντων. Φλάβηος Ποῦσι ἀπὸ τῆς σχολῆς τον κουρσώρων τῆς ἡγεμονικῆς τάξεως τῆς Ἀρκαδίας υἱὸς τοῦ τῆς μακαρίας μνήμης Παύλου ὁ προγεγραμμένος πεποίημαι τὴν διαθήκην νοῶν καὶ φρονῶν καὶ ἐπὶ γῆς βαδίζων ἐνστησάμενος κληρονόμους τὴν ἐκκλησίαν τοῦ ἁγίου Γεοργήου τοῦ καλουμένου ἄπα Σημεονήου τοῦ ἡμίσους μέρους τοῦ εἰρημένου ὁλοκλήρου μου οἰκήματος καὶ τὴν προσκολληθεῖσάν μοι γυναῖκα Κυρίαν τοῦ τετάρτου μέρους τοῦ αὐτοῦ ὁλοκλήρου μου οἴκου καὶ τῶν εὑρεθησομένων ἐν τῷ ἐμῷ οἴκῳ ἱματίων γυναικείων καὶ κοσμίων καὶ πάσης τῆς ἐν τῷ οἰκηματί μου ὕλης ἀπὸ κεφαλαίου μέχρι ἐλαχίστου τινός, καὶ τὴν εἰρημένην Κυραμάνναν τοῦ ἄλλου τετάρτου μέρους ὁλοκλήρου μου οἰκήματος καὶ τοῦ φορημένου βατελλικίου καὶ τῶν τριῶν κοχλιαρίων καὶ τῶν δύο καμψίων καὶ τοῦ τρίτου μέρους τῶν ἐμῶν ἱματίων χειμονικῶν καὶ θεριακῶν, τὸ δὲ ἄλλο δίμοιρον μέρος τῶν αὐτῶν μου ἱματίων καταλείπω τοῖς εἰρημένοις Σαμβᾷ καὶ Ἰουλιανῷ τῶν κουρσώρων τῆς ἐκ μητρὸς τῆς … Ἡραείδος. ἀποκληρονόμους δὲ ποιῶ πάντας τοὺς πρὸς γένους τυγχάνοντας καὶ τυγχανούσας, καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα καὶ ὑπέγραψα χειρὶ ἐμῇ. Αὐρήλιος Μηνᾶς δημόσιος … υἱὸς τοῦ μακαρίου Δανιηλίου μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι ἀπὸ τῆς σχολῆς τῶν κουρσώρον τοῦ θεμένου ὡς πρόκειται. … τῆς ἁγίας καθολικῆς ἐκκλησίας υἱὸς τοῦ μακαρίου Γεροντίου μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι κούρσορος τοῦ διαθεμένου ὡς πρόκειται. Φοιβάμμων υἱὸς Θεοτίμου μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι κούρσορος τοῦ διαθεμένου ὡς πρόκειται. Φλαούιος Φοιβάμμων πριμικήριος σχολῆς πραικόνων μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι κούρσωρος τοῦ διαθεμένου ὡς πρόκειται. … υἱὸς τοῦ τῆς μακαρίας μνήμης Μουσαίου μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι κούρσωρος τοῦ διαθεμένου ὡς πρόκειται. Μηνᾶς … υἱὸς Θέωνος μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι κούρσωρος τοῦ διαθεμένου ὡς πρόκειται. Πέτρος διάκονος τῆς ἁγίας ἐκκλησίας υἱὸς τοῦ μακαρίου Ἰωάννου γεναμένου πρεσβυτέρου μαρτυρῶ τῇδε τῇ διαθήκῃ ἀκούσας παρὰ Ποῦσι κούρσορος τοῦ διαθεμένου ὡς πρόκιται.

---

Documentary Papyri, P.Oxy. 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;16.
