# P.Oxy. 16 1983

Documentary Papyri, P.Oxy. 16, P.Oxy. 16 1983. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-16/1983
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-16/1983

ὑπατείᾳ Φλαουίου Βελισαρίου τοῦ ἐνδοξοτάτου μηνὸς Μεσορὴ δ ἰνδικτίονος ιγ. Φλαουίῳ Στρατηγίῳ τῷ πανευφήμῳ ἀπὸ ὑπάτων στρατηλάτῃ εὐκλεεστάτῳ πατρικίῳ πρωτεύοντι κατά τε τὴν Ἡρακλέους καὶ κατὰ ταύτην τὴν λαμπρὰν Ὀξυρυγχιτῶν πόλιν διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Βίκτωρ υἱὸς Ἀνουθίου μητρὸς Τεκράμπε ὁρμώμενος ἀπὸ ἐποικίου Μικρᾶς Τερύθεως Ἀετίου τοῦ Ὀξυρυγχίτου νομοῦ κτήματος τῆς ὑμετέρας ὑπερφυείας ἐναπόγραφος γεωργὸς καὶ ἀδελφὸς τοῦ φροντιστοῦ χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὸ ὑπʼ ἐμὲ καὶ τοὺς ἄλλους σὺν ἐμοὶ ὁμοκτηματικοὺς γεωργοὺς γεουχικὸν μύλαιον τὸ τυγχάνον ἐν τῷ ἡμῶν κτήματι καλάθου ἑνός ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφυείαν διὰ τῶν λαμπροτάτων αὐτῇ προσηκόντων κελεῦσαι δοθῆναι εἰς τὸ αὐτὸ καὶ εἰρημένον μυλαῖον τὸ αὐτὸ κάλαθον πρὸς ἀναπλήρωσιν τοῦ αὐτοῦ μυλαίου, καὶ δὴ τοῦτο ἐκέλευσεν καὶ παρέσχετό μοι τὸν στρόβιλον καὶ κάλαθον διὰ Ἠλίου τοῦ ἐνταῦθα μυλοκόπου καινὸν ἐπιτήδειον ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Μεσορὴ τετάρτη τοῦ ἐνεστῶτος ἔτους σια ρπ τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος ἀρτοποιίας τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, καὶ πρὸς ἀσφάλειαν καὶ ἀπόδειξιν τοῦ ὑμετέρου οἴκου ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ υἱὸς Ἀνουθίου ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν χειρογραφίαν ὑποδεξάμενος τὸν εἰρημένον στρόβιλον καὶ κάλαθον τοῦ μυλαίου καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Ἀνοῦπ υἱὸς Ἰωσὴφ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. διʼ ἐμοῦ Θέωνος ἐτελειώθη. di emu Theonos eteliothe. χειρογραφία Βίκτορος υἱοῦ Ἀνουθίου ἀπὸ ἐποικίου Μικρᾶς Τερύθεως Ἀετίου ὑποδοχῆς καλάθου ἑνός .

---

Documentary Papyri, P.Oxy. 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;16.
