# P.Oxy. 17 2137

Documentary Papyri, P.Oxy. 17, P.Oxy. 17 2137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-17/2137
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-17/2137

κεχρημάτισται. Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ὀξυρυγχειτῶν πόλεως διὰ Αὐρηλίου Ὡρίωνος γραμματέως καὶ Αὐρηλίᾳ Πτολέμᾳ τῇ καὶ Μάγνᾳ διὰ τοῦ ἀνδρὸς Αὐρηλίου Ἀριστίωνος υἱοῦ Διογένους ἀγορανομήσαντος τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίου Πατᾶτος Πατᾶτος μητρὸς Θαήσιος ἀπὸ τοῦ Ἐπισήμου ἐποικίου. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ϛ ἔτος ἀπὸ τῶν ὑπαρχουσῶν ὑμῖν καθʼ ὃ ἕκαστος ἔχει μέρος περὶ κώμην Σκὼ ἐκ τοῦ Θεοδώρου καὶ Αὐλαίου κλήρου ἀρουρῶν τεσσαράκοντα τεσσάρων ἀπὸ ἀρουρῶν ἑβδομήκοντα ἓξ μεθʼ ὃ ἐμισθωσάμην ἐν πυρῷ ἥμισυ μέρος καὶ νῦν τὸ λοιπὸν ἐν χλωροῖς γενόμενον ἥμισυ μέρος, ὅ ἐστιν ἄρουραι εἴκοσι δύο , φόρου κατʼἄρουραν δραχμῶν … κοντα ἀκινδύνων παντὸς κινδύνου, πρὸς δὲ τοὺς ποτισμοὺς χρήσομαι τῇ μηχανῇ ἄνευ φόρου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς ὑμᾶς κυριεύοντας τῶν καρπῶν ἕως τὸν φόρον κομίσησθε. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἀποδώσω τὸν φόρον τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, κυρίας οὔσης τῆς αὐτῆς προτέρας μισθώσεως, τῆς πράξεως γεινομένης παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. ἡ ἐπιδοχὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Χοίακ α. Αὐρήλιος Πατᾶς Πατᾶτος μεμίσθωμαι ἐπὶ πᾶσι τοῖς προκειμένοις. Αὐρήλιος Ἀντωνεῖνος Παυσανίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.

---

Documentary Papyri, P.Oxy. 17. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;17.
