# P.Oxy. 18 2195.8.134-2195.9.152

Documentary Papyri, P.Oxy. 18, 2195.8.134 to 2195.9.152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-18/2195.8.134
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-18/2195.8.134

Ἀπασίωνι ποταμίτῃ καὶ τοῖς ἑταίροις αὐτοῦ ἀνακαλύψασιν τὸν λάκκον τῆς μηχανῆς τοῦ κτήματος Εὐαγγελίου ὑπὸ ἄπα Ὧρον πρεσβύτερον καὶ Φοιβάμμωνα γεωργοὺς ἀπὸ τοῦ αὐτοῦ κτήματος ἐπὶ τῆς ι ἰνδικτίονος λόγῳ μισθοῦ ὑπὲρ ναυβίων ρνβ νομισμάτια δ 𐅵 παρὰ κβ 𐅵 καὶ λόγῳ ἀναλώματος ἀρτάβαι δ καὶ μυριάδες Ασ καὶ τῷ οἰκοδόμῳ καὶ τέκτονι καὶ ἐπικειμένῳ ὑπὲρ ἀναλώματος τοῦ αὐτοῦ λάκκου τῆς αὐτῆς μηχανῆς Τμοῦρε ἀρτάβαι δ καὶ μυριάδες Ασ τοῦ σίτου φερομένου εἰς τὴν ια ἰνδικτίονα νομισμάτια δ 𐅵 παρὰ κβ 𐅵 καὶ μυριάδες Βυ Φοιβάμμωνι υἱῷ Φὶβ ἀπὸ ἐποικίου Εὐαγγελίου γεωργῷ τῆς μηχανῆς καλουμένης μεγαλῆς Τμοῦρε λόγῳ προχρείας τῶν ζώων αὐτοῦ φθαρέντων Φαρμοῦθι ιε ἰνδικτίονος νομισμάτια γ παρὰ ιε ὑπὲρ τιμῆς ἤλων καὶ λεπιδίων καὶ ὑγροπίσσης καὶ κυπαρισσίων ἀγορασθέντων εἰς διόρθωσιν τοῦ γεουχικοῦ πορθμείου τοῦ κτήματος Ἔρωτος ἐπὶ τῆς ι ἰνδικτίονος νομισματίου 𐅷 παρὰ γ 𐅵 γίνονται ἀναλώματα τῆς αὐτῆς ι ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβαι Δπϛ 𐅵 χοίνικες ϛ καὶ νομισμάτια ϙα 𐅵 γ κδ παρὰ ϙδ δ εἰς νομισμάτια γ 𐅵 γ ιβ ϙϛ καθαρὰ νομισμάτια πζ 𐅵 γ ιβ μη ϙϛ καὶ μυριάδες Βυ εἰς νομισματίου γ η μη γίνονται νομισμάτια πη γ κδ μη ϙϛ ἀνθʼ ὧν λήμματα τῆς αὐτῆς ι ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβαι Γφνα 𐅵 χοίνικες ϛ καὶ νομισμάτια τιδ γ ιβ καὶ ὑπὲρ Κεφαλᾶ ἀρτάβαι ψλδ 𐅵 δ γίνονται σίτου καγκέλλῳ ἀρτάβαι Δσπϛ δ χοίνικες ϛ ὡς λοιπαὶ σίτου καγκέλλῳ ἀρτάβαι σ αἱ καὶ συνχωρηθεῖσαι τοῖς γεωργοῖς Εὐαγγελίου καὶ ἄλλοις κατὰ κέλευσιν τοῦ δεσπότου ἡμῶν τοῦ θεοφυλάκτου κύρου ἀπὸ θ ἰνδικτίονος καὶ ἐπὶ τῆς ια ἰνδικτίονος πλήρης ὁ σῖτος λοιπὰ δὲ ἀργυρικὰ σὺν ῥοπῇ νομισμάτια σκϛ ϙϛ κατεβλήθη ἐπὶ τὸν εὐδοκιμώτατον Ἰωάννην χαρτουλάριον καὶ τραπεζίτην ἐν διαφόροις καταβολαῖς οὕτως· μηνὸς Μεχεὶρ λ ἰνδικτίονος ι σὺν ῥοπῇ νομισμάτια μη παρὰ τ Φαρμοῦθι β ἰνδικτίονος ι σὺν ῥοπῇ νομισμάτια ιγ παρὰ πδ Φαρμοῦθι ι ἰνδικτίονος ι σὺν ῥοπῇ νομισμάτια ξδ παρὰ τι Φαρμοῦθι δ σὺν ῥοπῇ νομισμάτια δ παρὰ κε Παχὼν κθ σὺν ῥοπῇ νομισμάτια κε παρὰ ρϙγ Ἐπεὶφ ϛ σὺν ῥοπῇ νομισμάτια η παρὰ μη γίνονται σίτου Γφπε δ χοίνικες θ καὶ νομισμάτια μβ δ κδ ϙϛ παρὰ ξα καὶ μυριάδες Βυ Θὼθ κε ἰνδικτίονος ια ὑπὲρ ι σὺν ῥοπῇ νομισμάτια δ παρὰ κδ 𐅵 γίνονται τὰ καταβληθέντα ἐπὶ τὸν τραπεζίτην ἀκολούθως ἐνταγίοις οὖσιν παρὰ τῷ προνοητῇ

---

Documentary Papyri, P.Oxy. 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;18.
