# P.Oxy. 19 2244.Fr.1-2244.r3.30

Documentary Papyri, P.Oxy. 19, 2244.Fr.1 to 2244.r3.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-19/2244.Fr.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-19/2244.Fr.1

ὑπὲρ λόγου ὀψωνίου τῶν παιδαρίων. οἴνου διπλᾶ Δχ ἐξ ὧν ὑπὲρ Φιλοξένου ἀπὸ μειζοτέρων διπλᾶ λϛ ὑπὲρ Φιλοξένου Παλαλίου διπλᾶ τξβ ὑπὲρ Γεωργίου Κοῦρι διπλᾶ ιβ Εὐφημίᾳ Κολλούθου μαγείρου διπλᾶ ιβ ὑπὲρ τῶν τέκνων Μηνᾶ Ἀρσ διπλᾶ κε …βοηλάτῃ διπλᾶ λϛ …τ διπλᾶ λϛ …χ Mουσαίῳ υἱῷ …του ἀπὸ ἐποικίου Μεγάλης Παρορίου γεωργῷ μηχανῆς καλουμένης Μεπίου χειρ ἄξων α Ἰουλίῳ υἱῷ Ἀκνάτωνος ἀπὸ ἐποικίου Λεωνίδου γεωργῷ μηχανῆς καλουμένης γῃδίου Εὐλογίου χειρ ἄξων α Ἄπα Ὥρῳ υἱῷ Παύλου ἀπὸ ἐποικίου Νεκώνθεως γεωργῷ μηχανῆς καλουμένης Φῆνκε χειρ ἄξων α Βίκτωρι υἱῷ Ἀνοῦπ ἀπὸ ἐποικίου Λεωνίδου γεωργῷ μηχανῆς καλουμένης Κυλλῆς τοῦ δικαίου τυγχάνοντος Ἡρακλείας χειρ ἄξων α Ἀπφοῦτι υἱῷ Παησίου ἀπὸ κώμης Μερμέρθων γεωργῷ μηχανῆς καλουμένης Βελαρίνου τοῦ δικαίου Πέρα Μερμέρθων τοῦ κτήματος χειρ ἄξων α Παμουθίῳ υἱῷ Παύλου μητρὸς Ἄννας ἀπὸ ἐποικίου Κυαμῶνος γεωργῷ μηχανῆς καλουμένης Τριγκε…ίου Θὼθ κδ ἰνδικτίονος ϛ χειρ ἄξων α Φοιβάμμωνι υἱῷ Ἰωάννου ἀπὸ ἐποικίου Στεφανίωνος γεωργῷ μηχανῆς καλουμένης Καινῆς Τοῦ Ποταμοῦ Θὼθ κθ ἰνδικτίονος ϛ χειρ ἄξων α Πραοῦτι Ἰσακίου ἀπὸ Λεωνίδου γεωργῷ τῆς μηχανῆς καλουμένης Τῶν Χωρίων Σαλιοῦτος χειρ ἄξων α Βείκτορι υἱῷ Πισραῆλ ἀπὸ Νίκης γεωργῷ τῆς μηχανῆς Τῶν …εφίων Ἁθὺρ κζ ϛ ἰνδικτίονος ἄξων α Φοιβάμμωνι τῷ καὶ …ῳ υἱῷ Πεκυσίου ἀπὸ Ἀσπιδᾶ γεωργῷ μηχανῆς καλουμένης Λιβικῆς Ἁθὺρ κζ ἄξων α Θέωνι υἱῷ …νος ἀπὸ κτήματος Νίκης γεωργῷ τῆς μηχανῆς καλουμένης Ἑπτααρουρίας Χοιὰκ ι ἰνδικτίονος ϛ … ἀπὸ τῶν ἐνεχθέντων ἀπὸ Ἀλεξανδρείας ἐξ ἐπιτροπῆς τοῦ κόμετος Σερήνου ἄξων α … ἀπὸ ἐποικίου Μεγάλης Παρορίου γεωργῷ μηχανῆς καλουμένης Κυλλῆς ἀπὸ τῶν ἐνεχθέντων … ἀπʼ Ἀλεξανδρείας Τῦβι ιε ἰνδικτίονος ϛ ἄξων α … ἀπὸ ἐποικίου Ἀπελλῆ γεωργῷ μηχανῆς καλουμένης …γηνης ἀπὸ τῶν ἐνεχθέντων … ἀπʼ Ἀλεξανδρείας Ἁθὺρ κγ ἰνδικτίονος ϛ ἄξων α … Στεφανίωνος Τῦβι ιζ ἰνδικτίονος ϛ ἄξων α …κοτι γεωργῷ μηχανῆς καλουμένης Πις… Τῦβι ιθ ϛ ἰνδικτίονος ἄξων α … Τοὲ εἰς τὴν μηχανὴν Ταπ… ἐκ τῶν ἐνεχθέντων νῦν Τῦβι … ϛ ἰνδικτίονος ἄξων α …ωαπι γεωργοῖς ἀπὸ ἐποικίου Λεωνίδου μηχανῆς καλουμένης Κυλλῆς βορινῆς … τοῦ δικαίου …αρίωνος Μεχεὶρ λ ἰνδικτίνος ϛ ἄξων α διοίκησις τοῦ βοηθοῦ Πετρωνίου Ἰωάννῃ υἱῷ Ἑλλᾶτος ἀπὸ ἐποικίου Καλαυρίας γεωργῷ μηχανῆς Τῶν Χωρίων χειρ ἄξων α Παμουθίῳ υἱῷ Ἀπολλῶτος ἀπὸ ἐποικίου Ἱππέου γεωργῷ μηχανῆς καλουμένης Ἀγροικικοῖς δικαίου Μεγάλης Καλάβης Φαῶφι δ ἰνδικτίονος ϛ χειρ ἄξων α

---

Documentary Papyri, P.Oxy. 19. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;19.
