# P.Oxy. 2 237.4.30-237.5.14

Documentary Papyri, P.Oxy. 2, 237.4.30 to 237.5.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-2/237.4.30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-2/237.4.30

τῆς δὲ μητρῴας οὐσίας … αὐτὸν διάγειν ἀποδιδόντα μοι μόνας τὰς … παρʼ ἑαυτῶν ὅλως τάλαντα … γενομέναις αὐτὸν μὲν κυριεύειν πάλιν τῶν προσόδων πασῶν ἐφʼ ὅσον ζῇ χρόνον μόνας ἀποδιδόντα μοι ται…οντως ἐμὲ δὲ ὑπείληφεν …τι… τὰ περὶ τῆς κατοχῆς δίκαια τὸν διοριζωμονον…τα καὶ πρὸς αὐτὴν τὴν ὁμολογίαν ἐπισταμένου ὅτι περὶ μιᾶς … προσόδων ἑκάστου ἔτους καθέξω ἕως ἂν ἡ ἀπόδοσις ἐξ ἀνάγκης τῶν ὡρισμένων γένηται χρημάτων δ…το τετολμηκέναι αὐτῷ γράψαι τὴν ἐπιστολὴν πάντα τὰ ἐν τῷ πράγματι ἐψευσμένον παραλαβεῖν … ταῦτα διὰ τοῦ βιβλιδίου ἀνενεγκούσης μου τῷ Ῥούφῳ καὶ ὑποταξάσης τό τε τελευταῖον κοινὸν ὁμολόγημα πρὸς τὸν πατέρα, ᾧ διὰ δημοσίου γενομένην ἀναφορὰν ἔχω, καὶ εἰς τὰ πρῶτα καὶ Σιμίλιδος τοῦ ἡγεμονεύσαντος καλλίστοις παραδείγμασι ἐπιστολὴν κατακολουθήσαντος Μεττίου Ῥούφου διατάγματι περὶ τοῦ τὰς τοιαύτας συνγραφὰς μὴ μόνον δεῖν εἶναι κυρίας ἀλλὰ καὶ παρατίθεσθαι διὰ τοῦ βιβλιοφυλακίου ἢ ὑπὸ τῶν γυναικῶν ταῖς τῶν ἀνδρῶν ὑποστάσεσιν ἢ ὑπὸ τῶν τέκνων ταῖς τῶν γονέων οἷς ἡ μὲν χρῆσις διὰ δημοσίων τετήρηται χρηματισμῶν … …οα… ορι…αουτω…ιμα…κα…ρος… …α…η… τάλαντ ζ …ακα …ε…μεν τὰ ἀποδοθησόμενα ἐτήσια τω…αιτ…η…ξ τόκων οὐκ ὀλίγων ὄντων …αζω…τ…ε ἑαυτοῦ τοῦ γένους ἀποδιδοὺς καὶ ἐμοὶ τὰς …κ… Ῥοῦφος ἐντυχὼν καὶ τάχα ἀπιστεύσας εἰ μετὰ τοσοῦτο πλῆθος τῶν ἡμετέρων δικαίων καὶ τοσαῦτα διὰ δημοσίου γράμματα γενόμενα ἐθάρρησεν ἂν τις ἐπιστολὴν ἐπὶ παραλογισμῷ γράφειν τῇ ἡγεμονίᾳ, ὑπέγραψεν τω…ω…αυτων γεν…α… τῷ βιβλιδίῳ τῷ στρατηγῷ, παραθοῦ ὃς ἐξετάσας ἐάν τι τῆς ἐμῆς διαγνώσεως καταλάβῃς ἄξιον ἐπʼ ἐμὲ ἀνάπεμψον, οὐδὲν ἕτερον οἶμαι ἢ δηλῶν ὅτι εἰ τὰ ἀληθῆ φανείη μηδὲ κρίσεως δεῖσθαι τὸ πρᾶγμα. ταύτης δὲ ὑπογραφῆς τυχοῦσα ἐπήνεγκα τὸ βιβλίδιον ἐπὶ τοῦ κϛ ἔτους Θὼθ ἐπὶ παρόντι τῷ πατρὶ μου Χαιρήμονι, ἠξίωσά τε τὸν στρατηγὸν ἐπιστολὴν γράψαι τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι ὃ προσφωνήσωσιν αὐτῷ πάντα τὰ παρακείμενα τῶν τοῦ πατρὸς …ματ… τῶν γενομένων μεταξὺ ἡμῶν κατὰ χρόνους κοινῶν ὁμολογημάτων καὶ παραθέσεων μη…ας τὸ μηδὲν ἐμπόδιον εἶναι τῇ γινομένῃ τοῦ πράγματος ὑπʼ αὐτοῦ ἐξετάσει κατὰ τὰ δόξαντα τῇ …να…ο… ὁ δὲ παρὼν ἀναγνωσθέντος τοῦ βιβλιδίου πρὸ βήματος ἐσιώπησεν, οὐδὲν ἀντειπεῖν δυνάμενος … πρὸς ἀληθῆ ὄντα τὰ τῷ βιβλιδίῳ ἐνγεγραμμένα. ὁ δὲ στρατηγὸς ἀκολούθως χρώμενος τῇ τοῦ

---

Documentary Papyri, P.Oxy. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;2.
