# P.Oxy. 2 237.6.41-237.7.21

Documentary Papyri, P.Oxy. 2, 237.6.41 to 237.7.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-2/237.6.41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-2/237.6.41

ἀλλʼ ἐζήτησεν ἀκριβῶς τὸ πρᾶγμα ἐκ τῶν βιβλιοφυλάκων καὶ τῇ ἡγεμονίᾳ περὶ παντὸς διʼ ἐπιστολῆς ἀνήνεγκεν … …α… …η…ου…υστο…ω ωσια…λη… χ… μὴ διὰ τῶν γενομένων κο…μ…υ…πρα… ἐκ τῶν ασ…ε…ων ὁρω…δ…ονουκα… σα…ας τούτου ἀλλὰ ἀκόλουθα πρᾶξαι τὸν ἐπιστείλαντα τοῖς βιβλιοφύλαξι καὶ περὶ αὐτοῦ γράψαντα τὰ εἰρημένα. ἐπεὶ δὲ ὁ Χαιρήμων διʼ ἧς καὶ νῦν πεποίηται παρὰ τῷ λαμπροτάτῳ ἡγεμόνι ἐντυχίας ἠξίωσεν τὴν θυγατέρα ἄκουσαν ἀποσπᾶν οὐδὲ περὶ τούτου οὔτε διὰ τῆς τοῦ διασημοτάτου Ῥούφου οὔτε διὰ τῆς τοῦ λαμπροτάτου ἡγεμόνος Πομπωνίου Φαυστιανοῦ ἐπιστολῆς ὁρᾶται ῥητῶς κεκελευσμένον, δύναται περὶ τούτου ἐντευχθῆναι ὁ λαμπρότατος ἡγεμὼν πάντων τῶν ἐν τῷ πράγματι πραχθέντων παρατιθεμένων αὐτῷ, ἵνʼ οἷς ἐὰν προστάξῃ ἀκόλουθα γένηται. πανταχόθεν οὖν, ἡγεμὼν κύριε, τοῦ πράγματος προδήλου γενομένου καὶ τῆς τοῦ πατρός μου πρός με ἐπηρείας ἐντυγχάνω σοι καὶ νῦν πάντα παρατιθεμένη τὰ ἐν τῷ πράγματι καθὼς καὶ ὁ βασιλικὸς διαδεχόμενος καὶ τὴν στρατηγίαν ἠθέλησεν, καὶ δέομαι κελεῦσαι γραφῆναι τῇ στρατηγίᾳ τάς τε χορηγίας ἀποδίδοσθαί μοι κατὰ καιρόν, ἐπίσχειν τε αὐτὸν ἤδη ποτὲ ἐπιόντα μοι πρότερον μὲν ὡς ἀνόμου κατοχῆς χάριν, νῦν δὲ προφάσει νόμου οὐδὲν αὐτῷ προσήκοντος· οὐδεὶς γὰρ νόμος ἀκούσας γυναῖκας ἀπʼ ἀνδρῶν ἀποσπᾶν ἐφείησιν, εἰ δὲ καὶ ἔστιν τις, ἀλλʼ οὐ πρὸς τὰς ἐξ ἐνγράφων γάμων γεγενημένας καὶ ἐνγράφως γεγαμημένας. ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἵνα καὶ ταύτης αὐτὸν τῆς προφάσεως ἀπαλλάξω, ὑπέταξά σοι ἀπὸ πλειόνων περὶ τούτου κριθέντων ὀλίγας ἡγεμόνων καὶ ἐπιτρόπων καὶ ἀρχιδικαστῶν κρίσεις, ἔτι τε καὶ νομικῶν προσφωνήσεις, περὶ τοῦ τὰς ἤδη τελείας γυναῖκας γενομένας ἑαυτῶν εἶναι κυρίας, εἴτε βούλονται παρὰ τοῖς ἀνδράσιν μένειν εἴτε μή, καὶ ὑπόκεισθαι πατράσιν οὐ μόνον, ἀλλʼ ὅτι οὐδʼ ἐφεῖται ἐπὶ προφάσει ἑτέρων ἐνκλημάτων φεύγειν τὰς χρηματικὰς δίκας, ἀλλὰ δὴ καὶ ὅτι τὰς συνγραφὰς παρατίθεσθαι τοῖς βιβλιοφυλακίοις νόμιμον καὶ τὰς ἐκ τούτων γενομένας κατοχὰς πάντες ἡγεμόνες καὶ αὐτοκράτορες κυρίας εἶναι καὶ βεβαίας τεθελήκασι, καὶ ὅτι οὐδενὶ ἐφεῖται λέγειν πρὸς τὰ ἑαυτοῦ γράμματα, ἵνα καὶ ἐκ τούτων ἤδη ποτὲ παύσηται περὶ τῶν αὐτῶν ἐνοχλῶν ταῖς ἡγεμονίαις καθὼς καὶ σὺ γράφων ἠθέλησας. ἐξ ὑπομνηματισμῶν Φλαουίου Τειτιανοῦ τοῦ ἡγεμονεύσαντος. ἔτους ιβ θεοῦ Ἁδριανοῦ, Παῦνι η, ἐπὶ τοῦ ἐν τῇ ἀγορᾷ βήματος. Ἀντωνίου τοῦ Ἀπολλωνίου προσελθόντος λέγοντός τε διὰ Ἰσιδώρου νεωτέρου ῥήτορος Σεμπρώνιον πενθερὸν ἑαυτοῦ ἐκ μητρὸς ἀφορμῆς

---

Documentary Papyri, P.Oxy. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;2.
