# P.Oxy. 2 237.7.22-40

Documentary Papyri, P.Oxy. 2, 237.7.22 to 237.7.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-2/237.7.22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-2/237.7.22

εἰς διαμάχην ἐλθόντα ἄκουσαν τὴν θυγατέρα ἀπεσπακέναι, νοσησάσης δὲ ἐκείνης ὑπὸ λύπης τὸν ἐπιστράτηγον Βάσσον μεταπαθῶς ἀναστραφέντα ἀποφαίνεται ὅτι οὐ δεῖ αὐτὸν κωλύεσθαι εἰ συνοικεῖν ἀλλήλοις θέλοιεν, ἀλλὰ μηδὲν ἠνυκέναι· τὸν γὰρ Σεμπρώνιον ἀποσιωπήσαντα τοῦτο καὶ τῷ ἡγεμόνι περὶ βίας ἐντυχόντα ἐπιστολὴν παρακεκομικέναι ἵνα οἱ ἀντίδικοι ἐκπεμφθῶσι· αἰτεῖσθαι οὖν ἐὰν δοκῇ μὴ ἀποζευχθῆναι γυναικὸς οἰκείως πρὸς αὐτὸν ἐχούσης. Δίδυμος ῥήτωρ ἀπεκρίνατο μὴ χωρὶς λόγου τὸν Σεμπρώνιον κεκινῆσθαι· τοῦ γὰρ Ἀντωνίου προσενεγκαμένου θυγατρομιξίας ἐγκαλεῖν, μὴ ἐνέγκαντα τὴν ὕβριν τῇ κατὰ τοὺς νόμους συνκεχωρημένῃ ἐξουσίᾳ κεχρῆσθαι, ᾐτιᾶσθαι δʼ αὐτὸν καὶ περὶ …πες ἐνκλημάτων. Προβατιανὸς ὑπὲρ Ἀντωνίου προσέθηκεν, ἐὰν ἀπερίλυτος ἦν ὁ γάμος, τὸν πατέρα μήτε τῆς προικὸς μηδὲ τῆς παιδὸς τῆς ἐκδεδομένης ἐξουσίας ἔχειν. Τιτιανός· διαφέρει παρὰ τίνι βούλεται εἶναι ἡ γεγαμημένη. ἀνέγνων. σεσημείωμαι. ἐξ ὑπομνηματισμῶν Πακωνίου Φήλικος ἐπιστρατήγου. ἔτους ιη θεοῦ Ἁδριανοῦ, Φαῶφι ιζ, ἐν τῇ παρὰ ἄνω Σεβεννύτου, ἐπὶ τῶν κατὰ Φλαυήσιος Ἀμμούνιος ἐπὶ παρούσῃ Ταειχήκει θυγατρὶ αὐτοῦ πρὸς Ἥρωνα Πεταήσιος. Ἰσίδωρος ῥήτωρ ὑπὲρ Φλαυήσιος εἶπεν, τὸν οὖν αἰτιώμενον ἀποσπάσαι βουλόμενον τὴν θυγατέρα αὐτοῦ συνοικοῦσαν τῷ ἀντιδίκῳ δεδικάσθαι ὑπογύως πρὸς αὐτὸν ἐπὶ τοῦ ἐπιστρατήγου καὶ ὑπερτεθεῖσθαι τὴν δίκην ὑμῖν ἵνα ἀναγνωσθῇ ὁ τῶν Αἰγυπτίων νόμος. Σεουήρου καὶ Ἡλιοδώρου ῥητόρων ἀποκριναμένων Τειτιανὸν τὸν ἡγεμονεύσαντα ὁμοίας ὑποθέσεως ἀκούσαντα ἐξ Αἰγυπτιακῶν προσώπων μὴ ἠκολουθηκέναι τῇ τοῦ νόμου ἀπανθρωπίᾳ ἀλλὰ τῇ ἐπινοίᾳ τῆς παιδός, εἰ βούλεται παρὰ τῷ ἀνδρὶ μένειν, Πακώνιος Φῆλιξ· ἀναγνωσθήτω ὁ νόμος. ἀναγνωσθέντος Πακώνιος Φῆλιξ· ἀνάγνωτε καὶ τὸν Τειτιανοῦ ὑπομνηματισμόν. Σεουήρου ῥήτορος ἀναγνόντος, ἐπὶ τοῦ ιβ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Παῦνι η, Πακώνιος Φῆλιξ· καθὼς ὁ κράτιστος Τειτιανὸς ἔκρινεν, πεύσονται τῆς γυναικός· καὶ ἐκέλευσεν διʼ ἑρμηνέως αὐτὴν ἐλεγχθῆναι, τί βούλεται· εἰπούσης, παρὰ τῷ ἀνδρὶ μένειν, Πακώνιος Φῆλιξ ἐκέλευσεν ὑπομνηματισθῆναι. ἐξ ὑπομνηματισμῶν Οὐμβρίου δικαιοδότου. ἔτους ϛ Δομιτιανοῦ, Φαμενὼθ … Διδύμη ἧς ἔκδικος ὁ ἀνὴρ Ἀπολλώνιος πρὸς Σαβεῖνον τὸν καὶ Κάσιον, ἐκ τῶν ῥηθέντωνν· Σαραπίων· μετʼ ἄλλα τὰ πρόσωπα Αἰγύπτια ὄντα παρʼ οἷς ἄκρατός ἐστιν ἡ τῶν νόμων ἀποτομία·

---

Documentary Papyri, P.Oxy. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;2.
