# P.Oxy. 2 286

Documentary Papyri, P.Oxy. 2, P.Oxy. 2 286. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-2/286
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-2/286

… …α…υ…ησ…α… δαπανησασα…του…ειου ὡμολόγηκεν τὴν Ζηνάριον ἀποδώσειν μετʼ ἔτη πέντε τῇ τοῦ Ἥρωνος μητρὶ Φιλουμένῃ Ἥρωνος ἃς ἐδάνεισεν ἡ Φιλουμένη ἐμοί τε καὶ τῇ μητρί μου Θαήσι κατὰ συνγραφὴν τελειωθεῖσαν διὰ τοῦ ἐν τῇ Ὀξυρύγχων πόλει μνημονίου τῷ ἐνάτῳ ἔτει θεοῦ Οὐεσπασιανοῦ Φαρμοῦθι ἀργυρίου δραχμὰς δισχιλίας κεφαλαίου καὶ τοὺς τούτων ἐξ ἀρχῆς μέχρι τῆς ἀποδόσεως τόκους, καὶ παρέξεσθαι ἐμέ τε καὶ τὴν μητέρα μου Θαῆσιν ἀπαρενοχλήτους καὶ ἀνεισπράκτους κατὰ πάντα τρόπον, ἢ ἐκτείσειν ὃ ἐὰν πραχθῶμεν ἢ βλαβῶμεν τούτων χάριν σὺν ἡμιολίᾳ ἐφʼ οἷς ἄλλοις ἡ ἀσφάλεια περιέχει. τῆς δὲ Φιλουμένης παρʼ ἕκαστα διοχλούσης με προελθεῖν ἠνάγκασμαι, καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχείτου ξενικῶν πράκτορι μεταδοῦναι τῇ τε Ζηναρίῳ καὶ τῷ Ἥρωνι τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως παρέχωνται ἡμᾶς ἀπερισπάστους καὶ ἀπαρενοχλήτους ὑπὲρ τῆς προκειμένης ὀφειλῆς καὶ ἀποδῶσιν ταῦτα, ἢ εἰδῶσι ἐάν τι εἰς ταύτην πραχθῶ ἐσομένην μοι τὴν πρᾶξιν παρά τε αὐτῶν καὶ ἐξ ὧν ἐὰν εὑρίσκω αὐτῶν ἐπὶ τῶν τόπων ὑπαρχόντων καὶ σιτικῶν ἐδαφῶν καὶ ἑτέρων. τῶν μὲν γὰρ ἄλλων τῶν κατʼ ἐμαυτὴν καὶ ὧν ἑτέρων ἔχω πρὸς αὐτοὺς καὶ τῶν ὑπόντων μοι δικαίων πάντων ἀντέχομαι καὶ ἀνθέξομαι ἐν οὐδενὶ ἐλαττουμένη. πρὸς δὲ τὴν τοῦ χρηματισμοῦ τελείωσιν διαπέσταλμαι Ἡρακλείδην Ἡρακλείδου. ὡς ἐτῶν λ. ὡς καθήκει. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Γερμανικείου κβ. … τοῦ Ὀξυρυγχίτου …

---

Documentary Papyri, P.Oxy. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;2.
