# P.Oxy. 20 2276

Documentary Papyri, P.Oxy. 20, P.Oxy. 20 2276. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-20/2276
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-20/2276

… …πολα… … Διοσκουρίδης ὁ ἐμὸς ἀδελφὸς … …εν τοὺς ταῦτα ἐκλαβόντας καὶ ὑποσχόμενοι παρέξειν μετὰ δεήσεως πολλῆς συνεφωνήθησαν λαβεῖν δραχμὰς μ καὶ παραστῆσαι … Διοσκουρίδου χάρτην ᾗ ἐνεγράφη τά τε ῥωμαϊκὰ καὶ ἡ τούτων ἑρμηνεία. αὖθίς τε παρελθόντες πρὸς αὐτοὺς ἄμεινον ἔφασαν παραθέσιμα γεγονέναι τὰς …υ…αρ…τε… …α αὐτοῖς δὲ σκεψαμένοις …στε…μα …υ ἐλογίσατο μᾶλλον συνευπορήσειν … …μμάτων δοῦναι τὰς δραχμὰς μ καὶ διαπέμψαι· καίτοι ἢ μηδὲν λαβόντα ὑπολαμβάνεις ἢ ἠμεληκέναι; τὰ οὖν πραχθέντα ταῦτά ἐστιν. ὑπέσχετο δὲ ἐξελθόντα αὐτὸν ἐπὶ τὰ ἐνχειρισθέντα αὐτῷ ὑπὸ τῆς βουλῆς γενόμενον αὐτὸν ἐνταῦθα ἀνακοινώσασθαι αὐτὰ τῷ Διδύμῳ καὶ παρʼ αὐτοῦ μαθεῖν τὰ μετὰ ταῦτα καὶ τὰ περὶ τῆς ἀπολύσεως πραχθέντα· καὶ Κρίτων δὲ ὁ τοῦ Ἐπιμάχου ἐνέγκας μοι τάδε τὰ γράμματα τοῦ αἰτήσαντος ἀπὸ σοῦ διαπεμφθέντα τὸ κέρμα. τοῦτο δὲ πυθόμενος ὁ ἀδελφός μου Διοσκουρίδης ἐποίησεν ἐκεῖνον ἀποκατασταθῆναι καὶ ναι δίκαιον …νον προίστασθαι … καταγράψαντος και…ουσπερ καὶ πέμψει πρός σε. καὶ ἐγὼ εἰ παρὰ βοηθῶν τοῦ Διδύμου φυλακειτῶν αὐτοῦ ἕτερόν τι καταλαβῶμαι γράψω σοι. ἀσπάζομαι κατʼ ὄνομα τὰ ἀβάσκαντά σου παιδία, μεθʼ ὧν ἐρρωμένην σε ἐν κυρίῳ θεῷ εὔχομαι. …ωναρίῳ συνβίῳ Αὐρηλίου Ἀπολλωνίου …υλ…α…εξ παρὰ Αὐρηλίου Ἀρτεμιδώρου

---

Documentary Papyri, P.Oxy. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;20.
