# P.Oxy. 22 2341

Documentary Papyri, P.Oxy. 22, P.Oxy. 22 2341. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-22/2341
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-22/2341

ἔτους ιϛ Φαρμοῦθι ιϛ ἐξ ὑπομνηματισμῶν Σουβατιανοῦ Ἀκύλα ἐν Ὀξυρυγχείτῃ. μετʼ ἄλλα. Αἴλιος Ἀμμώνιος πρύτανις εἶπεν. ὁ ποταμὸς ὁ ἡμέτερος οὗτος ὁ παρακείμενος τῇ ἀναβάσει ἐπίρροιαν ἴσχει καὶ δαψίλιαν ὕδατος. ἀξιοῦμεν τότε τὰ πλοῖα πέμπεσθαι καὶ τὰς παραποταμίους κώμας πρῶτον βαστάζεσθαι μετὰ τούτου τοῦ ποταμοῦ, μετὰ τοῦτο τὸ κατὰ πάσσαλον τὸ σύνηθες εἶναι καὶ τὸ νενομισμένον, ἀρχῆθεν ἄρχεσθαι ἀπὸ τῆς ἄνω καὶ ἐκκενοῦσθαι ἕκαστον θησαυρὸν καὶ ἐλαύνεσθαι ἐπὶ τὴν συνήθειαν. Ἀκύλας εἶπεν. τὸ κατὰ πάσσαλον τί ἐστιν ἀπεκρίνατο. ἄρχεται ἀπὸ τοῦ νότου ἑκάστη χώρα. Ἀκύλας εἶπεν· ἀπὸ τῆς ἄνω τοπαρχίας ἀπεκρίνατο; ναί. τοῦτο γὰρ ἀεὶ νενόμισται καὶ τετήρηται ἵνα μὴ ἀπὸ κώμης εἰς κώμην ὑπερβαίνῃ …, ἀλλὰ συνεκκενῶνται τῇ ἀναβάσει ἵνα αἱ παραποτάμιοι τούτου τοῦ Τώμιδος ποταμοῦ πρῶτον βαστάζωνται. Ἀκύλας Διδύμῳ στρατηγῷ εἶπεν· διὰ τί τοῦτο οὐκ ἐγένετο; ἀπεκρίνατο· ποια…μη … εἶπεν. βε… εἰπάτω ς… … Ἀμμωνίῳ εἶπεν …τε αὐτὸν … …εις… Ἀκύλας εἶπεν … καὶ Διδύμῳ στρατηγῷ εἶπεν· ἡ νῦν λοιπὰς ποῦ ἐστιν ἡ μηδέπω πεμφθεῖσα; ἐν ποίοις τόποις; Δίδυμος στρατηγὸς εἶπεν· ἐν τῇ κάτω. Ἀκύλας Ἀμμωνίῳ εἶπεν· εἰ διηλέγχετέ τι ἁμαρτηθὲν καὶ ἐπέπληξα ἂν. σχεδὸν δὲ ζήτησις οὔκ ἐστιν ὅτι τοῦτο δεῖ παραφυλάττεσθαι.

---

Documentary Papyri, P.Oxy. 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;22.
