# P.Oxy. 22 2345

Documentary Papyri, P.Oxy. 22, P.Oxy. 22 2345. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-22/2345
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-22/2345

… κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τοὺς ἐκ τοῦ γυμνασίου ἤ εἰσιν τοῦ γένους τούτου ἐτάγη ἐπʼ ἀμφόδου … ὁ υἱὸς μου … μητρὸς ὢν πρὸς τὸ ἐνεστὸς γ ἔτος ἐτῶν ιδ οὐλὴν μὴ ἔχων μανθάνων γράμματα … ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ … …ς καὶ …ευ… ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἀκολούθως αἷς ἐπήνεγκεν ἀποδείξεσι τὸν ἑαυτοῦ πατέρα … … ἐν ταῖς τοῦ γυμνασίου γραφαῖς ἐπʼ ἀμφόδου Μυροβαλάνου καὶ ἐμὲ δὲ προσβαίνοντα εἰς ιδ ἔτος τῷ ιδδ ἔτει θεοῦ Μάρκου ἐπικεκρίσθαι ἀφʼ ὧν προσέβην καὶ τετάχθαι … ἐπʼ ἀμφόδου … … τὸν τοῦ πατρὸς τῆς μητρὸς τοῦ υἱοῦ μου πρόπαππον Σαραπίωνα τὸν καὶ Παυσειρίωνα τετελευτηκέναι πρὸ τῆς τοῦ αὐτοῦ ε ἔτους Οὐεσπασιανοῦ ἐπικρίσεως … καὶ τὸν πρόπαππον αὐτῆς … τετάχθαι δαὶ τῆς τοῦ αὐτοῦ ε ἔτους θεοῦ Οὐεσπασιανοῦ ἐπικρίσεως ἐπʼ ἀμφόδου Ἡρῴου καὶ τὸν πάππον αὐτῆς Ἀπολλώνιον προσβαίνοντα ἐπικρίσει τῷ ζ ἔτει Οὐεσπασιανοῦ ἐπικεκριμένον ἐπʼ ἀμφόδου Νεμεσείου … …υ καὶ τὸν πατέρα αὐτῆς Ἀπολλώνιον ἐπικεκρίσθαι τῷ β ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ· παρέσχον δὲ τῆς ἐπικρίσεως γνωστῆρας … παρασχὸν δὲ τῆ ζ … καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι ἀληθῆ εἶναι τὰ προγεγραμμένα καὶ εἶναι τὸν Αὐρήλιον Διόσκορον φύσει ἐμοῦ καὶ τῆς Ἀπ … υἱὸν … … ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ α …

---

Documentary Papyri, P.Oxy. 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;22.
