# P.Oxy. 22 2349.1-20

Documentary Papyri, P.Oxy. 22, 2349.1 to 2349.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-22/2349.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-22/2349.1

ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Γάιος Ἰούλιος Σατορνεῖλος στρατιώτης λεγεῶνος δευτέρας καὶ εἰκοστῆς κεντουρίας Βίου Σεουήρου ὡς ἐτῶν εἴκοσι ὀκτὼ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ ῥινὶ μέσῃ ὢν τῇ στρατείᾳ διὰ τοῦ συνεσταμένου ὑπʼ αὐτοῦ κατὰ τὸν τετελειωμένον καὶ ἀναπεπεμμένον ἐπὶ τοὺς τόπους ἐκ τοῦ καταλογείου ἀπὸ διαλογῆς χρηματισμὸν οὗ χρόνος ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τρίτῃ οὗ καὶ ἀντίγραφον ὑπόκειται ἀπηλευθερωμένου ὑπʼ αὐτοῦ πρὸ τῆς στρατείας τότε χρηματίζων Πτολεμαῖος Πτολεμαίου Φυλαξιθαλάσσιος ὁ καὶ Ἀλθαιεὺς Διονυσίου τοῦ καὶ Θεοπόμπου Ἡρακλείδῃ Ἀπίωνος τοῦ Ἡρώδου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ ἐπεὶ διʼ ἧς πεποίηται ὁ Ἡρακλείδης ἐκστάσεως ὦν εἷχεν τοῦ Γαίου Ἰουλίου Σατορνείλου κατὰ παραχώρησιν ἀρουρῶν εἴκοσι τεσσάρων ἡμίσους οὐσῶν ἀπὸ κοινωνικῶν ἐδαφῶν περὶ Σενοκῶμιν τῆς πρὸς λίβα τοπαρχίας ἐστάθη ὥστε τὰ τῶν αὐτῶν ἀρουρῶν εἴκοσι τεσσάρων ἡμίσους ἐκφόρια τοῦ διελθόντος ἔτους εἶναι τοῦ Γαίου Ἰουλίου Σατορνείλου ἀπὸ δὲ τούτων διέγραψεν καὶ μεμέτρηκεν ὁ Ἡρακλείδης εἰς τὸ δημόσιον τὰ ὑπὲρ τῶν αὐτῶν ἀρουρῶν σιτικὰ καὶ ἀργυρικὰ δημόσια διὸ αὐτόθεν τοῦ Διονυσίου τοῦ καὶ Θεοπόμπου ἀπεσχηκότος εἰς τὸν τοῦ πάτρωνος λόγον κατὰ τὸν δηλούμενον χρηματισμὸν παρὰ τοῦ Ἡρακλείδου τὰς μετὰ τὰ προκείμενα δημόσια λοιπὰς ὀφειλομένας ἐκφορίων τῶν αὐτῶν ἀρουρῶν τοῦ αὐτοῦ ἔτους πυροῦ ἀρτάβας πεντήκοντα δύο συνχωρεῖ ὁ Γάιος Ἰούλιος Σατορνεῖλος μήτʼ αὐτὸν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐνκαλεῖν μηδʼ ἐνκαλέσειν μηδʼ ἐπελεύσεσθαι τῷ Ἡρακλείδῃ μηδὲ τοῖς παρʼ αὐτοῦ μήτε περὶ τῶν εἰς τὰ προκείμενα τεινόντων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκτίνειν Γάιον Ἰούλιον Σατορνεῖλον ἢ τὸν ὑπὲρ αὐτοῦ ἐπελευσόμενον τῷ Ἡρακλείδῃ ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τριακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον κυρία ἡ συνγραφή Ἀθηνόδωρος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς τῷ τοῦ Ὀξυρυγχείτου ἀγορανόμῳ ὄντι δὲ καὶ μνήμονι χαίρειν. τῆς γεγενημένης ὑπογραφῆς ἐπὶ τῆς διαλογῆς τῶν ἐντεύξεων ἀντίγραφον ὑπόκειται προσυποτέτακται δὲ καὶ ἡ διʼ αὐτῆς δηλουμένη ἔντευξις. γεγράφαμεν οὖν σοι ἵνʼ εἰδῆς. ἔρρωσο. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τρίτῃ. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου γ χρηματισταὶ Ἀπολλώνιος Δημητρίου Φιλομητόριος Ἀλέξανδρος Ζωίλου Ἀλθαιεὺς Εὐφράνωρ

---

Documentary Papyri, P.Oxy. 22. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;22.
