# P.Oxy. 24 2407.r.19-2407.v.36

Documentary Papyri, P.Oxy. 24, 2407.r.19 to 2407.v.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-24/2407.r.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-24/2407.r.19

ὑπομνηματογράφος εἶπεν· εἰσὶ δὲ Ἰσίδωρος καὶ Ἰσχυρίων καὶ Εὐδαίμων Καλλιμάχου. οἱ ἀπὸ τῆς πρώτης φυλῆς ἐφώνησαν. Ἰσίδωρος ἀλλότριός ἐστιν. ὁ ἐπιμελητὴς ἡμῶν παρὰ τοῖς ἱπ… ἐστίν. Μενέλαος σύνδικος εἶπε· τὸ ὑπόταγμα ἐποιήσαμεν ὑπὲρ τοῦ τὴν ἰσοτιμίαν ἔχειν καὶ τὴν ἰσομοιρίαν τὰς δύο φυλάς· καὶ κατὰ τὸ δικαιότατον ἔδει ἁπαξαπλῶς τοὺς ἐπεξευρεθέντας κλήρῳ λαχεῖν, καθὰ ἡ σύνθεσις τοῦ παντὸς λευκώματος καὶ τῶν δύο φυλῶν ἐγένετο ὑπὲρ τοῦ μὴ πρὸς χάριν μήτε πρὸς ἀπέχθειαν τοὺς μὲν ταύτης εἶναι, τοὺς δὲ ἐκείνης· ἀλλ ἐπειδὴ ἠθελήσατε τοὺς προκαταλημφθέντας ταῖς λειτουργίαις εἶναι τῆς πρώτης φυλῆς, καὶ οἱ ἴσοι δοθήσονται τῇ ἑτέρᾳ φυλῇ· οἱ δὲ λειτουργήσαντές εἰσιν Ἰσχυρίων καὶ Εὐδαίμων, ὁ μὲν οὖν Ἰσχυρίων καὶ Εὐδαίμων Καλλιμάχου καταλεγήσονται εἰς τὴν πρώτην τὴν τότε καὶ ἔτι νῦν σήμερον λειτουργοῦσαν. ἀντὶ δὲ τούτων δώσομεν καὶ τῇ δευτέρᾳ τῇ ἀρχομένῃ λειτουργεῖν ἀπὸ τῆς αὔριον Πόσιν Εὐανγέλου καθὼς ἠθελήσατε καὶ Ἰσίδωρον Ἀμαραντοῦ. οἱ ἀπὸ τῆς πρώτης φυλῆς ἐφώνησαν. οὕτως οὕτως εὐγενὲς σύνδικε, καλῶς ἐδιῴκησας. οἱ ἀπὸ τῆς δευτέρας φυλῆς ἐφώνησαν. …σ…π…οι…σθω. ἀνίσως ἐποίησας· Μενέλαος σύνδικος εἶπεν· ἐγὼ μὲν οὖν τὸ ἴσον ἠθέλησα δοῦναι ταῖς φυλαῖς. ἀλλ ἐπειδὴ …οεφη…εχε…υοντος καὶ ὁ ἄλλος πρ… δοθήσεται τῇ πρώτῃ. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· τοῦτο οὐκ ἐχρῆν σήμερον πεποιῆσθαι, ἀλλʼ ὁπηνίκα οὗτοι ὠνομάσθησαν, καὶ οὐχ ὅτε σὺ πέπαυσο τῆς λειτουργείας, τοῦτο ἔδει γενέσθαι. Μενέλαος σύνδικος εἶπε· Πόσις Εὐαγγέλου δοθήσεται τῇ μιᾷ φυλῇ τῇ λειτουργούσῃ καὶ Εὐδαίμων δοθήσεται τῇ ἑτέρᾳ μ … Νεμεσιανὸς Ἀπόλλωνος γενόμενος ὑπομνηματογράφος εἶπε· φθάσας ἠσφαλισάμην ὅτι τοῦτο οὐκ ἐχρῆν σήμερον γενέσθαι, ἀλλ ἡνίκα οὗτοι ὠνομάσθησαν ἐχρῆν αὐτῶν τὸν κλῆρον γενέσθαι. Μενέλαος σύνδικος εἶπεν· ἐγὼ μὲν οὖν μ…ε ἐπὶ τῶν γενομένων ὑπομνημάτων ἡνίκα τὸ λεύκωμα διεῖλον εἰς τὰς δύο φυλὰς προενεγκάμενος ὅτι ὅσοι ἐφευρίσκονται μετὰ τὸν κλῆρον τῶν ἄλλων … … διαιρεθήσονται εἰς τὰς δύο φυλὰς ὑπὲρ τοῦ τὸ ἰσότιμον εἶναι, καὶ κατὰ τοῦτο μεμνημένος ὧν τότε διελάλησα τοὺς ἐπεξευρεθέντας διεῖλον εἰς τὰς δύο φυλάς. Νεμεσιανὸς ὑπομνηματογράφος εἶπε· φθάσας ἠσφαλισάμην. Μενέλαος σύνδικος εἶπε· τῶν οὖν ἄλλων ἓξ χα…ε…ν σετ…κλη Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· τὰ τέκνα τῶν πατέρων τὰ φθάσαντα ἤδη εἰς τὴν φυλὴν λειτουργείτω, τοῦτʼ ἐστὶν τῶν γονέων καὶ ἀναγκαίων.

---

Documentary Papyri, P.Oxy. 24. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;24.
