# P.Oxy. 27 2480.r2.27-2480.r3.50

Documentary Papyri, P.Oxy. 27, 2480.r2.27 to 2480.r3.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-27/2480.r2.27
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-27/2480.r2.27

μηνὸς α τῶν ἀπὸ μηνὸς Φαῶφι ε ἕως Ἁθὺρ ϛ ἰνδικτίονος ιδ οἴνου διπλᾶ δ τοῖς χαλκεῦσιν ποιήσασιν τὰ κλειδία τοῦ ἀγωγοῦ τοῦ στάβλου τῶν ἵππων τοῦ ἱππικοῦ μέρους Βενέτων οἴνου διπλᾶ δ Θεοδώρῳ τριβούνῳ καὶ τοῖς ι βουκκελλαρίοις ἀπερχομένοις εἰς τὴν Σέφθα λόγῳ ἀναλώματος Φαῶφι κ οἴνου διπλᾶ γ τοῖς γ νεωτέροις ἀπερχομένοις εἰς τὴν Ἡρακλέους λόγῳ ἀναλώματος ὑπὲρ ἡμερῶν β Φαῶφι ιη ἰνδικτίονος ιδ οἴνου διπλᾶ γ εἰς τὸ κοινόβιον ἀββᾶ Ἱερημίου ἐν Θηβαίδι λόγῳ εὐσεβείας κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς ιδ ἰνδικτίονος ἀπὸ ὄξους διπλᾶ σ ἀφʼ ὧν ἐν ἀπαργυρισμοῖς ὄξους διπλᾶ ρκδ, γίνονται ὄξους διπλᾶ οϛ τοῖς ναυπηγήταις καὶ καλαφάταις καὶ τέκτοσιν καὶ ἄλλοις λόγῳ φιλοτιμίας ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἐβλήθη ἡ μεγάλη καρὶς εἰς τὸν ποταμὸν Φαῶφι α… ἰνδικτίονος ιδ καὶ Ἰούστῳ ναύτῃ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν β πιττακίοις οἴνου διπλᾶ ιγ Ἁθύρ τοῖς κδ βουκκελλαρίοις σὺν τῷ τριβούνῳ ἀπερχομένοις εἰς τὴν Σέφθα πρὸς ἐξάνυσιν τῶν δημοσίων λόγῳ ἀναλώματος οἴνου διπλᾶ ϛ Μηνᾷ ἀπὸ Θαλμάου ἐργαζομένῳ εἰς τὴν νέαν καρίδα λόγῳ ἀναλώματος Ἁθὺρ ϛ ἰνδικτίονος ιδ οἴνου διπλᾶ β τοῖς ἑξῆς ἐγγεγραμμένοις ἐν τοῖς αἰσίοις βρουμαλίοις τοῦ δεσπότου ἡμῶν τοῦ ὑπερφυεστάτου Ἀπίωνος Ἁθὺρ κη ἰνδικτίονος ιδ οἴνου διπλᾶ λγ οὕτως. τοῖς βουκκελλαρίοις διπλᾶ ιβ, τοῖς σπαδαρίοις διπλᾶ η, τοῖς Γόθθοις διπλᾶ δ, τοῖς μαγείροις διπλᾶ ϛ, τοῖς πανδουρισταῖς διπλᾶ β, τοῖς στρώκτορσι διπλοῦν α, τὰ προκείμενα τοῖς ἑξῆς ἐγγεγραμμένοις ὑπὲρ καλανδικῶν ιδ ἰνδικτίονος οἴνου διπλᾶ ιβ οὕτως. τοῖς μίμοις τῶν β ἐργαστηρίων διπλᾶ η, τοῖς καλοπαίκταις δ, τὰ προκείμενα εἰς τὸ ξενοδοχεῖον ἀββᾶ Ἀρίωνος λόγῳ εὐσεβείας κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς ιδ ἰνδικτίονος ὄξους διπλᾶ π τοῖς τέκτοσιν μηχανουργοῖς τῆς πόλεως ὑπὲρ συνηθειῶν κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς ιδ ἰνδικτίονος οἴνου διπλᾶ η εἰς τὸ κοινόβιον ἀββᾶ Ἑρμῆ λόγῳ εὐσεβείας κατὰ τὸ ἔθος καὶ ἐπὶ τῆς ιδ ἰνδικτίονος ὄξους διπλᾶ ιγ Μεχείρ τοῖς σταβλίταις Τακόνα ἐλθοῦσιν ἐνταῦθα μετὰ τοῦ ἐνδοξοτάτου ἀντιγεούχου ἕνεκα τῆς ἐνορίας λόγῳ ἀναλώματος Μεχεὶρ κη ἰνδικτίονος ιδ οἴνου διπλᾶ β τοῖς θ βουκκελλαρίοις ἐλθοῦσιν ἐνταῦθα λόγῳ ἀναλώματος Μεχεὶρ κη ἰνδικτίονος ιδ οἴνου διπλᾶ β δ τοῖς λ ἀπὸ Κρομιδιωτῶν ἐλθοῦσιν ἐνταῦθα ἕνεκα τῆς ἐνορίας λόγῳ ἀναλώματος Μεχεὶρ κθ ἰνδικτίονος ιδ ὑπὲρ ξεστῶν λ οἴνου διπλᾶ ε

---

Documentary Papyri, P.Oxy. 27. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;27.
