# P.Oxy. 3 472.1.1-472.2.38

Documentary Papyri, P.Oxy. 3, 472.1.1 to 472.2.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/472.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/472.1.1

… αυτη. καὶ γὰρ ἀπὸ τῆς ἐκείνου οἰκίας ἐξεληλύθει πεφαρμακεῦσθαι λέγων καὶ ἀπὸ μὲν τῆς Ἑρμιόνης οἰκίας ἐξιὼν οὔτʼ ἔφη πρός τινα αἰσθέσθαι οὐδενὸς οὐδʼ ὅλως ὑπόνοιαν οὐδεμίαν ἔσχεν, ἀπὸ δὲ τῆς ἑαυτοῦ τε καὶ τοῦ κληρονομεῖν μέλλοντος υἱοῦ προῆλθε πεφαρμακεῦσθαι λέγων. εἶχεν μὲν οὖν αἰτίας τοῦ καὶ αὐτὸς ἑαυτῷ προσενεγκεῖν φάρμακον ἃς καὶ ἄλλοι πολλοὶ τὸν θάνατον τοῦ ζῆν προκρίναντες, καὶ γὰρ ὑπὸ δανειστῶν ὤλλυτο καὶ ἠπόρει. εἰ δʼ ἄρα τις καὶ ἐπεβούλευσεν αὐτῷ ὁ υἱὸς ἐπιτηδειότατος. διὰ τί δʼ ἐπήνεγκεν τὸ ἔνκλημα ταύτῃ δῆλον. δύναται μὲν γὰρ καὶ ἄλλα τινὰ λελυπῆσθαι παρὰ τὸν τῆς προνοίας χρόνον, διαδείκνυσι δὲ τὸ πρᾶγμα ὅτι καὶ ἐζηλοτύπει αὐτὴν μὴ ἐπισταμένην καὶ ἄνδρα μὲν αὐτῆς ἑαυτὸν ἐκάλει, οὐκ ἀξιούμενος δὲ ταύτης τῆς προσηγορίας ὑπʼ αὐτῆς καὶ ἐρωτικῶς ἤλγει καὶ ἐπιζῆν ἑαυτῷ ταύτην οὐκ ἤθελεν . ἐὰν λέγωσιν δοῦλον Σμάραγδον ἀνεύρετον γεγονέναι αὐτὸν αἰτίαν ἔχοντα τοῦ τὴν πίστιν κεκλοφέναι , φησὶν δʼ οὖν καὶ πίστιν γεγονέναι ἵνα κλεπῇ, οὐ δύναται γὰρ κεκλέφθαι τὸ μηδʼ ἀρχὴν γενόμενον μὴ δυνατὸν δʼ εἶναι μηδὲ πίστιν γεγράφθαι. οὔτε γὰρ ἡ ἀγοράσασα γράμματα ᾔδει οὔτε ἡ νῦν ἐνκαλουμένη Ἑρμιόνη, οὔτε ξένος οὐδεὶς ἄλλης καταγραφείσης πίστιν παρʼ ἑαυτοῦ δίδωσι. ὥστε καὶ παρὰ τίνος ἂν εἴποι τὴν πίστιν ἐσχηκέναι; παρὰ παντὸς γὰρ ἄκυρος ἦν. εἰ δὲ ἀπέδρα δοῦλος οὐδὲν δύναται τοῦτο κατὰ δεσπότου. ἔτι μέντοι περὶ τοῦ μηδὲ πίστιν εἶναι καὶ ἡ νομὴ συνβάλλεται. τῶν γὰρ ἐν πίστει καταγραφέντων τὸ ὄνομα μόνον εἰς τοὺς χρηματισμοὺς παρεθέντων, οὔπω δʼ ἀντιποιουμένων ὧν κατεγράφησαν ἡ μὲν ἀγοράσασα φανερά ἐστιν καὶ ἀντιπεποιημένη καὶ ἀφʼ οὗπερ ἠγόρασε καρπουμένη, ὁ δʼ ἀφʼ οὗπερ πέπρακε οὐκέτι ἀλλὰ καὶ τῶν τῆς μητρὸς τὴν οἰκονομίαν ὡς προνοητὴς ποιούμενος τούτοις δʼ οὐκ ἐνχειρῶν . ἐὰν κοινόν ὁμολόγημα λέγωσι γεγονέναι τῆς θυγατρὸς πρὸς τὴν Ἑρμιόνην ἑκατὸν πεντήκοντα κεραμίων καὶ ἀπὸ τούτων ὧν ἠγόρασεν κτημάτων φαμὲν τοῦτο πᾶν μηδὲν εἶναι πρὸς τὸν κατήγορον. οὐ γὰρ εἴ τι ἔπραξε θυγάτηρ πρὸς τὴν μητέρα τοῦτο αὐτοῖς εἰς συκοφαντίαν εὕρημα, ὅμως δὲ οὔτε τῶν αὐτῶν χρόνων οὐδὲ τοῦτο ἀλλὰ μετʼ ἐνιαυτὸν ἐγγὺς δὴ οὔτε ἑκατὸν πεντήκοντα κεραμίων χορηγία πρὸς πίστιν τεσσάρων ταλάντων οὐδὲν ἐστι, ταῦτα γὰρ μόνον ἑνὸς ἐστιν τόκος. ἀλλὰ μὴν …υτων πίστεως περὶ τούτων οὔσης παρὰ τῷ δοκοῦντι πεπρακέναι ἑτέρῳ ἂν ἑαυτὴν γράμματι

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
