# P.Oxy. 3 491.15-28

Documentary Papyri, P.Oxy. 3, 491.15 to 491.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/491.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/491.15

, οὐκ ἐξόντος τῷ Ὥρῳ καὶ Εὐδαίμονι ἃ ἐμέρισα αὐτοῖς πωλεῖν οὐδὲ ὑποτίθεσθαι ἄχρι ἑκάτερος πληρώσῃ ἔτη εἴκοσι πέντε , μέχρι δὲ τότε εἶναι αὐτῶν ἐπίτροπον τὸν Θῶνιν καὶ τὸν κατὰ μητέρα πάππον Ἁρπαῆσιν τὸν καὶ Ὧρον. ἐὰν δέ τις τῶν τριῶν τελευτήσῃ ἔστω τὸ μέρος αὐτοῦ τῶν ἀδελφῶν αὐτοῦ ἐξ ἴσου ὡς πρόκιται. εἰμὶ ἐτῶν ξα οὐλὴ πήχει δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. Κῦρος Κύρου τοῦ Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν … οὐλὴ … δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Τύχης κυβερνώσης. Θέων Ζωίλου τοῦ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα ἐννέα οὐλὴ ποδὶ δεξιῷ καὶ ἔστι μου ἡ σφραγὶς Σιληνοῦ. Πεμνᾶς Βησᾶτος τοῦ … ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ μήλῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς … …ος Θομπειδίσιος τοῦ Κομοάπιος μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν … οὐλὴ ἀστραγάλῳ ἀριστερῷ καὶ ἔστιν ἡ σφραγὶς Σαράπιδος. Θῶνις Παμμ… μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν … οὐλὴ μήλῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς … … τοῦ Ὥρου μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ οὐλὴ ῥινὶ μέσῃ καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. … μνημονείου Ὀξυρύγχων πόλεως. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Καισαρείου ἐπαγομένων ε. διαθήκη Εὐδαίμονος Θωνασύχιος τοῦ Θώνιος μητρὸς Θαήσιος ἀπὸ Ὀξυρύγχων πόλεως.

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
