# P.Oxy. 3 492.16-25

Documentary Papyri, P.Oxy. 3, 492.16 to 492.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/492.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/492.16

οὐλὴ καρπῷ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἴσιδος. Ὡρίων ὁ καὶ Θέων Σαραπίωνος Ἀπίωνος ὁ τῆς ἀνεψιᾶς αὐτῆς υἱὸς ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα καὶ εἰμὶ ἐτῶν μ οὐλὴ παρὰ κανθὸν ἀριστεροῦ ὀφθαλμοῦ. Ἀπίων Ζωίλου τοῦ Ἀπίωνος μητρὸς Νειλαροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν μδ οὐλὴ ὑπὸ γένειον καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Φάλαγξ Διογένους τοῦ καὶ Φάλαγγος Ἁρπάλου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τεσσαράκοντα οὐλὴ ἀντικνημίῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. Ἡρᾶς ἐπικαλούμενος Γάιος Κινᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν με ἀντικνημίωι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς φιλοσόφου. Ἀπολλώνιος Ἀσκληπιάδου τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν ἑβδομήκοντα οὐλὴ παρὰ κανθὸν τὸν ἐκτὸς δεξιοῦ ὀφθαλμοῦ καὶ ἔστιν μου ἡ σφραγὶς Ἑρμοῦ. Θέων Ἀγαθείνου τοῦ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς Σαράπιδος. Σαραπίων Φερέμφιος θέσει Πο… …ς ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τῆς Θατρῆτος διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ ἄσημος καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. … μνημονείου.

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
