# P.Oxy. 3 497

Documentary Papyri, P.Oxy. 3, P.Oxy. 3 497. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/497
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/497

…μων … πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν χωρὶς εὐδοκούσης τῆς Ἀμμωνοῦτος …εστω, κατὰ τὰ αὐτὰ μηδὲ Ἀμμωνοῦτι ἐξέστω ἀπόκοιτον μηδὲ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Θέωνος οἰκίας μηδὲ ἄλλῳ ἀνδρὶ συνεῖναι μηδὲ αἰσχύνειν Θέωνα ὅσα φέρει αἰσχύνην ἀνδρὶ μηδὲ φθείρειν τὸν κοινὸν οἶκον. ἐὰν δέ τι διαφέρωνται πρὸς ἀλλήλους καὶ βούληται Ἀμμωνοῦς ἀπαλλάσσεσθαι ἀπὸ Θέωνος καὶ … τῆς φερνῆς τὴν ἀπαίτησιν ποιεῖσθαι ἀπολιποῦσα Θέωνα … ἀποδότω αὐτῇ Θέων τὰς δραχμὰς … κοσίας ἐν ἡμέραις ἑξήκοντα ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ. ἐὰν δὲ … Ἀμμωνοῦς βούληται τῆς φερνῆς τὴν ἀπαίτησιν ποιεῖσθαι ἔστω ἀντὶ ταύτης μόνων τῶν ἑξακοσίων δραχμῶν …κον χορηγείτω ὁ αὐτὸς Θέων τοῖς τέκνοις τὰ πρὸς τὴν διατροφὴν … ἐὰν δὲ μετὰ τὸν ἀπʼ ἀλλήλων χωρισμὸν συμβῇ τὰ ἐξ ἀλλήλων τέκνα μεταλλάξαι … ἀποδότω Θέων Χαιρήμονι ἐὰν ζῇ εἰ δὲ μὴ τοῖς ταύτης ἔγγιστα γένους οὖσι τὴν φερνὴν καὶ … ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας. συνφερομένων δʼ αὐτῶν εἴη μὲν ὑγεία, ἐὰν δέ τινι αὐτῶν συμβῇ τελευτῆσαι … τῶν ἐσομένων αὐτοῖς ἐξ ἀλλήλων τέκνων ἤ τινων αὐτῶν ἀφηλίκων ὄντων ἔστω Ἀμμωνοῦς καὶ ὁ ὑπὸ τοῦ Θέωνος κατασταθησόμενος ἕκαστος κατὰ τὸ ἥμισυ ἀμφότεροι ἐπίτροποι … τῶν τέκνων διαιτωμένων παρὰ τῇ μητρὶ μέχρι τοῦ εἰς ἡλικίαν ἐλθεῖν. ἐὰν δὲ μηθεὶς πρὸς τῷ … κατασταθῇ … ἐγλόγιστος τούτων καὶ τῶν καταλειφθησομένων αὐτοῖς. ἐὰν δὲ Ἀμμωνοῦς προτέρα τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων ἢ καὶ … λιπόντων ἀποδότω Θέων τῷ ταύτης πατρὶ καὶ ἐκδότῃ Χαιρήμονι ἐὰν περιῆι, εἰ δὲ μή, τοῖς ταύτης ἔγγιστα γένους οὖσι τὴν φερνὴν … ἐν ἡμέραις … ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας. ἐὰν δὲ ὁ Θέων πρότερος τελευτήσῃ τέκνων αὐτοῖς μὴ ὄντων ἐξ ἀλλήλων … κομισαμένη Ἀμμωνοῦς πρώτη τὴν φερνὴν καὶ τὰ ἄλλα αὐτῆς ἅπαντα ἐκ τοῦ ὑπο… … ἐπὶ δὲ πασῶν τῶν περὶ τῆς ἀπαιτήσεως καὶ ἀνακομιδῆς τῆς φερνῆς διαστολῶν ἡ πρᾶξις ἔστω Ἀμμωνοῦτι καὶ τοῖς αὐτῆς ἐκ τοῦ Θέωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης καθότι πρὸς ἀλλήλους συνεχώρησαν, τῆς τοῦ δακτυλίου ἐγλογῆς οὔσης περὶ Ἀμμωνοῦν ἐὰν αἱρῆται. Θέων … τοῦ Ἀχιλλέως Προπαπποσεβάστιος ὁ καὶ Ἀλθαιεὺς μητρὸς Δημητρίας ἔχω τὴν φερνὴν … Χαιρήμων …ος ὁ καὶ Ἀλθαιεὺς ἐκδέδομαι τὴν θυγατέρα μου … Σαραπίωνος τοῦ Ἀρτεμιδώρου Αὐξιμήτριος ὁ καὶ … δραχμὰς κεφαλαίου ἀφʼ ὑμῶν ἐκ πλήρους ἐπὶ πᾶσι τοῖς προκειμένοις …ου ἔγραψα ὑπὲρ αὐτοῦ βραδέα γράφοντος. …οτ… … κβ, γαμικὴ Ἀμμωνοῦτος πρὸς Θέωνα.

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
