# P.Oxy. 3 502

Documentary Papyri, P.Oxy. 3, P.Oxy. 3 502. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/502
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/502

ἐμίσθωσεν Διονυσία Χαιρήμονος μετὰ κυρίου τοῦ υἱοῦ Ἀπίωνος τοῦ καὶ Διονυσίου Διογένους ἱερέως Φαυστείνης Σεβαστῆς ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως Πτολέμα Θέωνος Ἀντινοίδι διὰ Ἰουλᾶτος Διδύμου θέσει Δημητρίου τοῦ καὶ Ἀπολλωνίου ἀπʼ Ὀξυρύγχων πόλεως ἐφʼ ἐνιαυτὸν ἕνα καὶ μῆνας ἓξ ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος τετάρτου ἔτους τῶν κυρίων Αὐτοκρατόρων Ἀντωνίνου καὶ Οὐήρου τὴν ὑπάρχουσαν αὐτῇ πρότερον τοῦ ἐξανεψίου αὐτῆς Χαιρήμονος Ἀντινοέως ἐν Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Τεμγενούθεως οἰκίαν καὶ αὐλὴν καὶ αἴθρια δύο ὧν ἐν τῷ ἑτέρῳ ἐστὶν φρέαρ καὶ τὴν προσοῦσαν τῇ οἰκίᾳ παραδρομίδα καὶ ἕτερα χρηστήρια καὶ εἴσοδον καὶ ἔξοδον, ἐνοικίου τῶν μισθουμένων ὡς τοῦ ἐνιαυτοῦ ἑνὸςἀργυρίου δραχμῶν διακοσίων . τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ἡ μεμισθωμένη τῇ μεμισθωκυίᾳ ἐπὶ συνκλεισμῷ ἑκάστης ἑξαμήνου τὰς αἱρούσας τῶν ἐνοικίων δραχμὰς ἑκατὸν καὶ χράσθω σὺν τοῖς παρʼ αὐτῆς τοῖς μισθουμένοι αὐτῇ ὡς πρόκειται ἐπὶ τὸν χρόνον ἀκωλύτως, μεθʼ ὃν παραδότω καθαρὰ ἀπὸ κοπρίων καὶ ἃς παρείληφεν θύρας καὶ κλεῖς πάντων τῶν τόπων καὶ τοῦ προκειμένου φρέατος τροχελλέαν σὺν σχοινίῳ καινῷ καὶ τὰς οὔσας ληνοὺς λιθίνας δύο ὑδριῶν καὶ ὅλμου ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ τὴν ἀξίαν καὶ ὃ ἐὰν προσοφειλέσῃ ἐνοίκιον μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῇ μεμισθωκυίᾳ ἔκ τε τῆς μεμισθωμένης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων, τοῦ φυλάκτρου καὶ πλινθευομένης ὄντων πρὸς τὴν μεμισθωκυῖαν. κυρία ἡ μίσθωσις. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Φαμενὼθ ε. Ἀπίων ὁ καὶ Διονύσιος ἐπιγέγραμμαι τῆς μητρός μου κύριος καὶ μεμίσθωκα σὺν τοῖς ἐπάνω τὰς ἐν τῇ αὐλῇ κέλλας. χρόνος ὁ αὐτός.

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
