# P.Oxy. 3 531

Documentary Papyri, P.Oxy. 3, P.Oxy. 3 531. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/531
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/531

Κορνήλιος Ἱέρακι τῷ γλυκυτάτωι υἱῷ χαίρειν. ἡδέως σε ἀσπαζόμεθα πάντες οἱ ἐν οἴκωι καὶ τοὺς μετʼ ἐσοῦ πάντας. περὶ οὗ μοι πολλάκις γράφεις ἀνθρώπου μηδὲν προσποιηθῇς ἕως ἐπʼ ἀγαθῷ πρὸς σὲ παραγένωμαι σὺν Οὐηστείνῳ μετὰ καὶ τῶν ὄνων. ἐὰν γὰρ θεοὶ θέλωσι τάχιον πρὸς σὲ ἥξω μετὰ τὸν Μεχεὶρ μῆνα ἐπεὶ ἐν χερσὶν ἔχω ἐπείξιμα ἔργα. ὅρα μηδενὶ ἀνθρώπων ἐν τῇ οἰκίᾳ προσκρούσῃς, ἀλλὰ τοῖς βιβλίοις σου αὐτὸ μόνον πρόσεχε φιλολογῶν καὶ ἀπʼ αὐτῶν ὄνησιν ἕξεις. κόμισαι διὰ Ὀννωφρᾶ τὰ ἱμάτια τὰ λευκὰ τὰ δυνάμενα μετὰ τῶν πορφυρῶν φορεῖσθαι φαινολίων, τὰ ἄλλα μετὰ τῶν μουρσίνων φορέσεις. διὰ Ἀνουβᾶ πέμψω σοι καὶ ἀργύριον καὶ ἐπιμήνια καὶ τὸ ἄλλο ζεῦγος τῶν ὑσγίνων. τοῖς ὀψαρίοις ἐξήλλαξας ἡμᾶς, τούτων καὶ τὴν τιμὴν διʼ Ἀνουβᾶ πέμψω σοι, μέντοιγε ἕως πρὸς σὲ ἔλθῃ Ἀνουβᾶς ἀπὸ τοῦ σοῦ χαλκοῦ τὸ ὀψώνιόν σου καὶ τῶν σῶν ἐξοδίασον ἕως πέμψω. ἔστι δὲ τοῦ Τῦβι μηνὸς σοὶ ὅ θέλεις, Φρονίμῳ δραχμαὶ ιϛ, τοῖς περὶ Ἀβάσκαντον καὶ Μύρωνι δραχμαὶ θ, Σεκούνδῳ δραχμαὶ ιβ. πέμψον Φρόνιμον πρὸς Ἀσκληπιάδην ἐμῶι ὀνόματι καὶ λαβέτω παρʼ αὐτοῦ ἀντιφώνησιν ἧς ἔγραψα αὐτῷ ἐπιστολῆς καὶ πέμψον. περὶ ὧν θέλεις δήλωσόν μοι. ἔρρωσο, τέκνον. Τῦβι ιϛ. Ἱέρακι υἱῷ ἀπὸ Κορνηλίου πατρός.

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
