# P.Oxy. 3 653

Documentary Papyri, P.Oxy. 3, P.Oxy. 3 653 a-b (first selis) descr.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-3/653
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-3/653

… ἀπόμοιρα ἐπαρούριον ναῦλον φορτίων σπονδή … ἐξ ὑπομνηματισμῶν Λουκίου Οὐολουσίου Μαικιανοῦ ἔτους β… Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …α, …ενε…ου Ἰουλίου Οὐολτίμου ἐν Παραιτονίῳ τοῦ καὶ ὑπακούσαντος, παρόντος Σεμπρωνίου Ὀρεστίνου τοῦ Σεμπρωνίου Ταραντίνου … τῆς κολωνείας … πρᾶγμα ἦν ἐνθάδε ἄγεσθαι. Ἰσιδώρου ῥήτορος ὑπὲρ Σεμπρωνίου Ὀρεστίνου ἀποκριναμένου ἐπὶ Σεμπρωνίου Ὁνοράτου χιλιάρχου ᾑρῆσθαι τὸ πρᾶγμα καὶ κατακεκρίσθαι τὸν Οὐόλτιμον. … Ἰουλίου Φίδου γραμματέως … Ὀρεστίνου λέγοντος νομίμοις κεχρῆσθαι, Μαικιανὸς εἶπεν· τὰ νόμιμα … κέρδους … φιλεῖ γείνεσθαι. λέγεταί σοι, περὶ μὲν τοῦ δανείου συνέστηκεν ὡς ἔκρινεν ὁ χιλίαρχος … οἱ δὲ τόκοι πολλῷ πλείονές εἰσιν ἢ τὸ δάνειον· ἀπόλαβε τὸ δάνειον καὶ ἀπόδος τὰς ὑποθήκας. Ἰσίδωρος εἶπεν· …νη…σι ἀπενεγκάμεθα πάντα τὰ τούτου χωρία· δικαίως τοῦτο πρὸς ἡμᾶς λέγεται. ἐντυχόντων δέ τινων καὶ λεγόντων καὶ τῇ κολωνείᾳ ὀφείλεσθαι καὶ Φίδου δανειστὰς εἶναι, Ὁνορᾶτος ἐκέλευσεν αὐτὰ πραθῆναι. Μαικιανὸς εἶπεν· σὺ τὸ δάνειον λαβὲ καὶ περὶ τῶν λοιπῶν μὴ φρόντιζε. Ἰσίδωρος εἶπεν· καὶ τοὺς τόκους ἀποδότω. Μαικιανὸς εἶπεν· σὺ ταύτας καρποῖ. Ἰσιδώρου λέγοντος μὴ κεκαρπῶσθαι, Μαικιανὸς εἶπεν· σὺ ἐνεβάδευσας. εἴτε οὖν πάρεισιν οἱ ἀντίδικοι εἴτε μὴ πάρεισι, δικαστὴν λήμψονται ὃς παρακολουθῶν τῆι Ὁνοράτου κρίσει τὴν Κανωπῖτιν ἐξετάσει ἵνα μήτε ὁ δανειστὴς ἐλαττωθῇ μήτε ὁ χρεώστης, μηδέτερος δὲ ἐν κέρδει γένηται. Ὀρεστίνου πάλιν λέγοντος μὴ εἶναι παρʼ ἑαυτῷ τὰ ὑπάρχοντα, Μαικιανὸς εἶπεν· θέλων καὶ μὴ θέλων ἀποκαταστήσεις αὐτῷ. ὅπερ ἐὰν μὴ ποιήσῃς οὐ μόνον κατακριθήσει ἀλλὰ καὶ δαρήσει … μόνον εἴ τινες δὲ ἄλλοι ἐνόχους ἑαυτοῖς νομίζουσιν εἶναι τὰς ὑποθήκας αὐτοὶ ὄψονται … δικαστὴν λαβεῖν. Κρηπείνου λέγοντος ὃν ἐὰν σὺ δῷς Μαικιανὸς εἶπεν· ὁ χιλίαρχος ὃν μεταπέμπειν δικαιοῦμεν.

---

Documentary Papyri, P.Oxy. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;3.
