# P.Oxy. 31 2586

Documentary Papyri, P.Oxy. 31, P.Oxy. 31 2586. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-31/2586
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-31/2586

ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Ἑρμίας υἱὸς Πτολεμαίου ἀγορανομήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Διόσκορος Ἀθηνοδώρου ἀπὸ τῆς αὐτῆς πόλεως λινόυφος ὁ μὲν Ἑρμίας ἐκδεδόσθαι τῷ ἐπιστάτῃ τὸν ἑαυτοῦ υἱὸν πρὸς μάθησιν τῆς δηλουμένης τέχνης ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος ιβ ἔτους ἐφʼ ἃ παρέξεται τὸν παῖδα ὁ πατὴρ τῷ ἐπιστάτῃ καθʼ ἑκάστην ἡμέρα ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δύσεως τρεφόμενον καὶ ἱματιζόμενον ὑπὸ τοῦ πατρὸς ἐκτελοῦντα πάντα τὰ ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ ἐπιστάτου ἀνήκοντα τῇ δηλουμένῃ τέχνῃ καὶ ἐπὶ μὲν μῆνας ἓξ διδαχῆς χάριν ἄνευ μισθοῦ ἐπὶ δὲ τὸν λοιπὸν χρόνον λαμβάνοντα ὑπὲρ μισθοῦ τῇ μὲν πρώτῃ ἑξαμήνῳ ἡμερησίως ὀβολοὺς δύο καὶ ἐπὶ ἕτερον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς ἓξ καὶ ἐπὶ ἄλλον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς δέκα καὶ ἐπὶ ἄλλον ἐνιαυτὸν δραχμὰς δύο καὶ ἐπὶ τὸν τελευταῖον ἐνιαυτὸν ἡμερησίως δραχμὰς δύο τετρώβολον. ὁμολογεῖ δὲ ὁ αὐτὸς Ἑρμίας αὐτόθι ἐσχηκέναι ἐν προχρείᾳ παρὰ τοῦ Διοσκόρου ἀργυρίου δραχμὰς τετρακοσίας ἅσπερ ἀποδώσει ἐπὶ τέλει τοῦ χρόνου. ὧν δʼ ἂν ἀργήσῃ ὁ παῖς ἐν τῷ χρόνῳ ἐν ᾧ μισθὸν λαμβάνει ἢ ὃ μὴ εἴη ἀσθενήσῃ, τούτων τὰς ἴσας παραμενεῖ τῷ ἐπιστάτῃ ἐργαζόμενος ἀμισθί. λήμψεται δὲ ὁ παῖς εἰς λόγον ἀργιῶν ἑορτικῶν Τῦβι Παχὼν Ἀμεσυσίοις ἡμερῶν ἑπτὰ Σαραπίοις ἡμέρας δύο . εὐδοκεῖν γὰρ αὐτοὺς ἐπὶ τούτοις καὶ ἕκαστα ποιήσειν ὁ αὐτὸς ἐπιστάτης καὶ ἐπὶ τέλει τοῦ χρόνου παραδότω τὸν παῖδα τελείως ἐργαζόμενον τὴν δηλουμένην τέχνην καθὼς καὶ αὐτὸς ἐπίσταται, οὐκ ἐξόντος οὐδενὶ τῶν ὁμολογούντων παραβαίνειν τὰ προγεγραμμένα. κύριον τὸ ὁμολόγημα καὶ ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν. ἔτους ιβ αὐτοκράτορος καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Θὼθ ιη. Αὐρήλιος Διόσκωρος Ἀθηνοδώρου εὐδοκῶ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.

---

Documentary Papyri, P.Oxy. 31. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;31.
