# P.Oxy. 34 2722.r.44-2722.v.70

Documentary Papyri, P.Oxy. 34, 2722.r.44 to 2722.v.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-34/2722.r.44
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-34/2722.r.44

ἀντὶ τούτων τῶν αὐτῶν μερῶν τῆς οἰκίας ἐπὶ τοῖς προκειμένοις ἢ τὴν πρᾶξιν ποιήσασθαι τοῦ τε αὐτοῦ κεφαλαίου καὶ τῶν ὠνομασμένων καὶ τοῦ ὑπερπεσόντος χρόνου ἴσων δραχμιαίων τόκων ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν μερῶν τῆς οἰκίας καὶ ἐκ τῶν ἄλλων τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· κυρία ἡ χεὶρ πανταχῆ ἐπιφερομένη· ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς· Φαρμοῦθι δ· Θῶνις Ψενεφθᾶτος τοῦ Ψενεφθᾶτος ἔχω παρὰ τοῦ ἀδελφιδοῦ μου Θώνιος Ἡφεστᾶτος τοῦ αὐτοῦ ἀργυρίου δραχμὰς ἑξακοσίας κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι καὶ ἀποδώσω τὸν μὲν τόκον κατὰ μῆνα τὸ δὲ κεφάλαιον τριακάδι Φαμενὼθ τοῦ εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, εἰ δὲ μή, κυριεύσει τῶν ἐπιβαλλόντων μοι μερῶν πάντων κοινῇ πρὸς τοὺς ἀδελφούς μου Τασεμφώθην καὶ τὸν πατέρα αὐτοῦ Ἡφεστᾶν ἐπʼ ἀμφώδου Δεκάτης ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐν ῥύμῃ τυφλῇ οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων ἐπὶ πᾶσι τοῖς προκειμένοις ὡς καὶ … σενπώθου ἀδελφοῦ Θώνιος καὶ Ἡφαιστᾶτος διὰ τραπέζης ἐφʼ ὑποθήκῃ μερῶν οἰκιῶν

---

Documentary Papyri, P.Oxy. 34. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;34.
