# P.Oxy. 34 2725

Documentary Papyri, P.Oxy. 34, P.Oxy. 34 2725. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-34/2725
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-34/2725

… …τ…ισα… …πεπλευκότα πρὸς σέ· περὶ δὲ τῆς τιμῆς …ρ… … τάλαντον πωλεῖται ὧδε ἐκ δραχμῶν μη καὶ α… …ασταθη εἰς Ὀξύρυγχα ἄλλας δραχμὰς κ ὥστʼ εἶναι τοῦ ταλάντου σύνπαντι δραχμὰς ξη· ἐρεῖς πόθεν σοι ἡ ἀκρίβεια … Ἡρακλᾶς ὁ γραμματεὺς Σιρίωνος Ἰσχὰς λεγόμενος …σιν εἰς ἐμπορίαν οὕτως τάλαντα οε. ἐὰν … Διονύσιος ἐνηνοχώς σου τὴν χρῆσιν ὕπαγε πρὸς … Ἰσχάδος καὶ ἀγόρασον· περὶ δὲ τοῦ μετεώρου σου …μαι σὺν Διογᾶτι καθʼ ἡμέραν καὶ ὁ παράκλητος … ἀναφόριον θεῶν θελόντων ἐν ταῖς δυσὶ ἡμέραις …σκεται. Διογᾶς δὲ λέγει ὅτι ἄλλην μνᾶν δαπανῶ … της συνφωνίας, ἐγὼ δʼ ἔλεγον ὅτι οὐκ ἐπὶ τούτοις κατέπλευσα, καὶ ἔλεγεν ὅτι Σπάρτακός μοι εἴρηκεν ὧδε …οθ…κειται Ἀμμωνίου τεταγμένοι εἰσὶν εἰς τὴν ϛ μετὰ πολλῆς παρακλήσεως ἵνα μοι δῶσι τὸ κερμάτιον. περὶ δὲ τῶν χορτασμάτων τῶν χοιριδίων μὴ ἀμελήσῃς ἀγοράσαι μοι ὡς καὶ ὑπʼ ὄψιν σε ἠρώτησα. ὁ δὲ κύριος καῖσαρ εἰσῆλθεν τῇ λ ὥρας β πρῶτον ἐν παρεμβολῇ ε…ε…ταν εἰς Σαραπεῖον ἀπὸ τοῦ Σαραπείου εἰς τὸ ἱππικὸν …ν τὰ δὲ ἄκτα τῶν τιμῶν γνώσῃ ἂν ἀναπλευσο…μαι ὑμᾶς πάντας. ἔτους γ Αὐτοκράτορος Καίσαρος … Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Γερμανικήου δ.

---

Documentary Papyri, P.Oxy. 34. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;34.
