# P.Oxy. 38 2875

Documentary Papyri, P.Oxy. 38, P.Oxy. 38 2875. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-38/2875
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-38/2875

ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιος Ζωίλος χρηματίζων μητρὸς Ζοϊλοῦτος Πτολεμαίου ἀπʼ Ὀξυρύγχων πόλεως καὶ Αὐρήλιος Ἀπολώνιος Δωρᾶτος μητρὸς Ἀπολλωνίας ἀπὸ τῆς αὐτῆς πόλεως οἰκοδόμος ὁ μὲν Ζωΐλος ἐκδεδόσθαι ἑαυτὸν τῷ Ἀπολλωνίω πρὸς μάθησιν τῆς οἰκοδομικῆς τέχνης ἐπὶ χρόνον ἔτη τρία ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Χοιὰκ τοῦ ἐνεστῶτος … ἔτους ἐφʼ ὃν χρόνον ὁ Ζωΐλος παρέξει ἑαυτὸν παραμένοντα τῷ ἐπιστάτῃ Ἀπολλωνίῳ ἀπόκοιτον καὶ ἀφήμερον οὐκ ὄντα τῆς τοῦ αὐτοῦ ἐπιστάτου οἰκίας διακούοντα καὶ ἐκτελοῦντα πάντα τὰ ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ ἐπιστάτου ἀνήκοντα τῇ τέχνῃ, τοῦ αὐτοῦ Ζωΐλου τρεφομένου καὶ ἱματιζομένου ὑπὸ τοῦ ἐπιστάτου ἐπὶ τὸν προκείμενον χρόνον ἔτι δὲ καὶ ἐπιχορηγουμένου ὑπὸ τοῦ αὐτοῦ ἐπιστάτου ὑπὲρ μισθοῦ κατὰ μῆνα .… εξ τοῦ Ζωΐλου ἀποδιδόντος τὰ ὑπὲρ αὐτοῦ δημόσια. ἐπὰν δὲ ὃ μὴ εἴη συμβῇ τὸν αὐτὸν χρόνον ἀσθενῆσαι, ἔσται παρὰ τῷ αὐτῷ ἐπιστάτῃ ἐπιμελούμενος ὑπʼ αὐτοῦ καὶ ὧν ἐὰν ἀσθενῶν ἀργήσῃ ἡμερῶν τούτων τὰς ἴσας παραμενεῖ τῷ ἐπιστάτῃ μετὰ τὸν χρόνον χωρὶς μισθοῦ διὰ τὸ ακαταργηθει αὐτὸν λαμβάνειν τὸν προκείμενον μισθόν. πληρώσαντι δὲ τῷ Ζωΐλῳ παρὰ τῷ ἐπιστάτῃ τὸν τριετῆ χρόνον ἀπερχομένῳ δώσει ὁ Ἀπολλώνιος ἱμάτια ἄξια δραχμῶν ἑξήκοντα ἀνθʼ ὧν περὶ αὐτὸν εἰσήνενκε τῶν ἴσων δραχμῶν ἑξήκοντα καὶ ἐργαλεῖα τῆς οἰκοδομικῆς χωρὶς τιμῆς παροῦσα δὲ ἡ τοῦ Ζωΐλου μήτηρ Αὐρήλια Ζοϊλοῦς Πτολεμαίου μητρὸς … ἀπὸ τῆς αὐτῆς πόλεως εὐδοκεῖ … ὁ δὲ Ἀπολλώνιος …

---

Documentary Papyri, P.Oxy. 38. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;38.
