# P.Oxy. 4 707v

Documentary Papyri, P.Oxy. 4, P.Oxy. 4 707 Vo. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-4/707v
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-4/707v

… …ρνη… …ν δημοσίων καὶ …π… ὑπὲρ φόρου οἴνου … ἑξαετίας ἔκτακτα …ων ἐπὶ τὴν αὐτὴν ἑξαετίαν δημοσίων …ς τῇ αὐτῇ ἑξαετίᾳ ἐπάναγκον δὲ ἕως … οἰκοδομήσω τροχὸν ἐκ καινῆς τῶν ἐπάνω μερῶν …η παρὰ τῆς Δημητρίας δραχμὰς Β ἀφʼ ὧν εἰσιν … Δημητρίας ζευγ β βοῶν δραχμ υξ καὶ καταθη…ν πάντα σύμφυτα καὶ ἔμφορα καὶ ἀκολουθ …κ…ισαν καὶ εὐδοκῶ. χρόνος ὁ αὐτός. Πλούταρχος … πρὸς Φιλῖνον καὶ Ἀνθέστιον ἀμφοτέρους … ἀπὸ Ὀξυρύγχων πόλεως. Σαραπίων ῥήτωρ ὑπὲρ Πλουτάρχου εἶπεν· ὁ συνηγορούμενος Πλούταρχος ἐμισθώσατο παρὰ Δημητρίας τινὰ περὶ τὸν Ὀξυρυγχείτην ὕπαρξιν …η Δημητρία προπεποίηται τοῖς … μισθώσεως ὁ νεώτερος τῶν ἀντιτεταγμένων Φιλεῖνος μισθωσάμενος παρὰ αὐτῆς ἀπὸ τοῦ ιδ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου εἰς ἔτη ἓξ ἀμπελῶνα καὶ πωμάριον περὶ κώμην Σερῦφιν κατʼ ἔνγραπτον μίσθωσιν διʼ ἧς δεδήλωται ἐν μὲν τῇ πρώτῃ τετραετίᾳ μηδὲν ὑπὲρ φόρου τελέσαι ἀλλὰ μόνα τὰ δημόσια διαγράψαι ἐπὶ τῷ πᾶσαν τὴν ἐν τῷ κτήματι διάψιλον γῆν ἀνάξαι ἀμπέλῳ τῇ δὲ λοιπῇ διετίᾳ τελέσαι τὰ διὰ τῆς μισθώσεως ὑπὲρ φόρου ἀνειλημμένα ἀναστῆσαί τε τὰς τοῦ κτήματος καὶ πωμαρίου πλάτας ἐπὶ μέτροις καὶ λαμβάνοντα παρὰ τῆς Δημητρίας δραχμὰς Β ἀνοικοδομῆσαι τροχὸν ἐκ καινῆς ἐξόπτης πλίνθου ἐπὶ μέτροις ὡρισμένοις. ὅνπερ λαβόντα τὰς δραχμὰς Β τὸν μὲν τροχὸν μὴ πεποιηκέναι ἐπὶ τοῖς δηλωθεῖσι μέτροις ἀλλὰ ἀσυντέλεστον καταλελοιπέναι τοῦ τε κτήματος τέλειον ἠμεληκέναι καὶ μηδὲ τὰς πλάτας περιβεβληκέναι. τούτων οὕτως ἐχόντων τῷ ιθ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐνγυητὴς γείνεται τοῦ ἀδελφοῦ Φιλείνου Ἀνθέστιος πάντων τῶν διὰ τῆς μισθώσεως ἀνειλημμένων καὶ ἔσχε αὐτὸς τὰ συνγεγραμμένα α…ν…αλ… γῆ μὴ ἀναχθεῖσα ἀμπέλῳ ἄχρι τούτου δ…ημ…ας δὲ ἐκ τοῦ ἐποικίου καὶ ἑτερ … ὁ ἀντιτεταγμένος καὶ … ουκολ…ατος καὶ δραχμὰς … κοσίας … μενας ὑπό τινος γε… Δημητρία …απ…ν απ… αὐτὸν τ…δη… λως… τῷ κ ἔτει …

---

Documentary Papyri, P.Oxy. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;4.
