# P.Oxy. 4 722

Documentary Papyri, P.Oxy. 4, P.Oxy. 4 722. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-4/722
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-4/722

ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ὑπερβερεταίου ἐπαγομένων ϛ Σεβαστῇ μηνὸς Καισαρείου ἐπαγομένων ϛ Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ἐπʼ ἀγορανόμων Ψαμμίων τριῶν ἀφεῖκαν ἐλευθέραν ὑπὸ Δία Γῆν Ἥλιον Ἀχιλλεὺς ὡς ἐτῶν κ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳ καὶ Σαραπᾶς ὡς ἐτῶν … μέσος μελίχρως μακροπρόσωπος οὐλὴ … … ἀριστερ… ἀμφότεροι … τοῦ Ἀμμωνίου μητρὸς Σαραποῦτος … τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ τὸ ὑπάρχον αὐτοῖς ἐξ ἴσου τρίτον μέρος τῆς ἐξαπηλευθερωμένης κατὰ τὸ ἄλλο δίμοιρον δούλης Ἀπολλωνοῦτος ὡς ἐτῶν κϛ μέσης μελίχρωτος μακροπροσώπου οὐλὴ ποδὶ δεξιῷ … ἐξαπηλευθερωμένης ταλάντων δ… …ν τῶν τοῦ ἀπελευθερουμένου … τρίτου μέρους ἀργυρίου ἐπισήμου δραχμῶν ἓξ τετρωβόλου καὶ ὧν τέτακται Ἀχιλλεῖ καὶ Σαραπᾷ Ἡρακλᾶς Τρύφωνος τοῦ … μητρὸς Ταοννώφριος Πανεσιείους ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν λα μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ὑπὲρ γόνυ δεξιὸν λύτρων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν διακοσίων χαλκοῦ ταλάντων … χιλίων , οὐκ ἐξόντος τῷ Ἡρακλᾷ οὐδʼ ἄλλῳ ὑπὲρ αὐτοῦ ἀπαίτησιν ποιεῖσθαι παρὰ τῆς Ἀπολλωνοῦτος οὐδὲ τῶν παρʼ αὐτῆς τῶν προκειμένων λύτρων οὐδὲ μέρους τρόπῳ οὐδενὶ γνωστὴρ τῆς ἐλευθερώσεως … τοῦ Πετεήσιος μητρὸς … ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν μ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ ἀντικνημίῳ … ἐν ἀγυιᾷ τῇ αὐτῆι. Ἀχιλλεὺς … πεποίημαι σὺν τῷ ἀδελφῷ Σεραπᾶτι τὴν ἐλευθέρωσιν τοῦ τρίτου μέρους δούλης Ἀπολλωνοῦτος καὶ ἀπέχω τὰ λύτρα ἀργυρίου δραχμὰς διακοσίας χαλκοῦ …υ… ἐπαγομένων ϛ …

---

Documentary Papyri, P.Oxy. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;4.
