# P.Oxy. 4 729.16-30

Documentary Papyri, P.Oxy. 4, 729.16 to 729.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-4/729.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-4/729.16

…τουσι οἶνον ἀτόκους. τὰ δὲ δέοντα κτήνη παρὰ τῷ ὑδροπαρόχῳ βόας πέντε καὶ μόσχους τρεῖς παραλήμψονται οἱ αὐτοὶ μεμισθωμένοι ἐν συντιμήσει τῇ εἰκάδι τοῦ Φαῶφι τοῦ τρίτου καὶ εἰκοστοῦ ἔτους, καὶ συνγράψονται τῆς συντιμήσεως ἀπόδοσιν τοῦ λήγοντος χρόνου. ἐὰν δὲ χρεία γένηται ἑτέρας προχρήσεως δώσει αὐτοῖς ὁ μεμισθωκώς, λαβόντες καὶ τάξονται δραχμ … ἐπάναγκον οὖν οἱ αὐτοὶ μεμισθωμένοι ἕκαστα ἐπιτελείτωσαν ὡς πρόκιται ἀμέμπτως μηδὲν ἔκκαιρον ἐῶντες γείνεσθαι πρὸς τὸ μὴ καταβλάπτεσθαι τὴν ἄμπελον μηδὲ … ἀποδότωσαν τῷ μεμισθωκότι τὸν μὲν οἶνον παρὰ ληνὸν νέον ἄδολον ἑκατέρου μέρους παρέχοντος παρὰ ληνὸν τὸν αὐτάρκη κέραμον, οὗ δὲ ἐὰν μὴ κατὰ καιρὸν ἐργάζωνται …ομένου φυτοῦ τὸ βλάβος διπλοῦν, τοῦ δὲ καταλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου ἐπιτίμου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ τὴν μίσθωσιν μένειν κυρίαν καὶ βεβαίαν, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τῶν μεμισθωμένων ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. καὶ μετὰ τὸν χρόνον παραδότωσαν οἱ μεμισθωμένοι τὸ κτῆμα καὶ τὴν καλαμείαν σύνφυτα καὶ ἐπιμεμελημένα καὶ καθαρὰ ἀπό τε θρύου καὶ βοτάνης καὶ δείσης πάσης καὶ τὰ φυτὰ εὐθαλοῦντα καὶ …τι κεχαρακωμένας καὶ τὰ τοῦ κτήματος χώματα ἐστεγασμένα καὶ ὑδροπεφυλακημένα καὶ ἃς ἂν παραλάβωσι θύρας καὶ κλεῖς καὶ τὴν μηχανὴν ὑγιῆ πλὴν τρίψεως … ποιήσονται τοὺς ποτισμοὺς τοῦ κτήματος καὶ τῆς καλαμείας πεμπταίους πρὸς ἀρεσκείαν τοῦ Σαραπίωνος καὶ τὴν τοῦ κατὰ τὸν Σαραπίωνα οἴνου μεταφορὰν ἀπὸ τῆς …κίνησιν καὶ παραφυλακὴν ἐφʼ ὅσον ἐν ἡλιαστηρίῳ ἀπόκεινται, ἔτι δὲ καὶ οἱ αὐτοὶ μεμισθωμένοι ὑπολείψουσι μετὰ τὸν χρόνον τὸν τότε τῆς καλαμείας κάλαμον …ν τῷ ἑξῆς …ετι διὰ τὸ και…να ἑτέρῳ μισθ …ει ἐπικείμενον τῆς καλαμείας κάλαμον ὃν π…ρ…ης τοῦ διελθόντος ἔτους … Σαραπιων …οκειμεν…ον οἶνον …ον φ… μέτρῳ π…ι…οινικον τοῦ Σαραπίωνος … τῷ μέσῳ τοῦ κτήματος τὴν δὲ μηχανὴν ἀναβαλεῖ ὁ μεμισθωκὼς ἰδίαις δαπάναις ἀπὸ μηνὸς Παχών, ἡ δὲ σκαφὴ τῆς πλακάδος τοῦ ὑποδοχίου ἔσται ὑπό τε τῶν μεμισθωμένων κατὰ τὸ ἥμισυ καὶ ὑπὸ τοῦ μεμισθωκότος κατὰ τὸ ἕτερον ἥμισυ. τὴν δὲ κατʼ ἔτος ξυλοτομίαν καὶ ἕκαστον τῶν κατὰ καιρὸν ἔργων ποιήσουσι οἱ μεμισθωμένοι ἐπακολουθοῦντος τοῦ Σαραπίωνος …ως αὐτῷ πάντα γενέσθαι. μισθώσει δὲ ὁ μεμισθωκὼς τοῖς μεμισθωμένοις ἀπὸ τοῦ εἰσιόντος τρίτου καὶ εἰκοστοῦ ἔτους ἐπὶ χρόνον ἔτη τρία τὴν ἐντὸς πλαστῶν χερσάμπελον

---

Documentary Papyri, P.Oxy. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;4.
