# P.Oxy. 41 2955dupl

Documentary Papyri, P.Oxy. 41, P.Oxy. 41 2955. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-41/2955dupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-41/2955dupl

ἐξ ὑπομνηματισμοῦ Βασιλιανοῦ ἡγεμονεύσαντος. ἔτους α Μάρκου Αὐρηλίου Ἀντωνίνου, Φαρμοῦθι ια. Θέων ῥήτωρ εἶπεν. … Σαραπιακὸν λέγω. Νεμεσίων ῥήτωρ εἶπεν· παραγράφομαι εἰ τὴν ἔκκλητον λέγεις δίκην … μεν ἐκείνη ὁ ἀρχιδικαστὴς παρέδωκεν ἡμῖν τὰ ὑπάρχοντα. οὐκ ἐξεκαλέσατο ἐπὶ τὸν ἀρχιδικαστὴν ἀκολούθως οἷς ἀπεφήνατο. μεθʼ ἕτερα. Θέων ῥήτωρ εἶπεν· δημόσιον … βιβλιοφύλακές μοι συνεχρημάτισαν …θα…ν καταλαβόντι τὸν πο… τα τὴν πρα…ν ταῦτα γέγονεν. Σαραπιακὸς εἶπεν· οὐκ ἀπεγράψατο. Κλεάνθης ῥήτωρ εἶπεν· … τὰ ὑπάρχοντα ταῦτα δήλωσον. Σαραπιακὸς εἶπεν· ἐγὼ ἠγόρασα. Νεμεσίων ῥήτωρ εἶπεν· τα… … κέλευσον καταχωρίζεσθαι ἐπὶ τῶν τόπων ἵνα εἰδῶσιν. Βασιλιανὸς εἶπεν· …λεις … ῥήτωρ εἶπεν· τὰ κεκριμένα ἀναγινώσκω. … …ποτινος. Κλεάνθης ῥήτωρ εἶπεν· ὅτι ἐκεῖ πρῶτον κατέλαβον… …ουτον κύριον εἶναι δεῖ. Θέων ῥήτωρ εἶπεν· εἰ προέλαβον ε … … πόλει. Βασιλιανὸς εἶπεν· τῷ ἑνδεκάτῳ ἔτει ἐωνήσατο ὁ Χρ…ουλος … Νεμεσίων ῥήτωρ εἶπεν· ὡς εὔχεται οὐ κατεχωρίσθη τῷ ια ἔτει. Βασιλιανὸς σκεψάμενος μετὰ τῶν ἐν τῷ συμβουλίῳ Σαραπιακῷ εἶπεν· κατεχώρισαν ἐν τῇ λαμπροτάτῃ … σοι ἀγωγὰς εἴ τινας ἔχεις πρὸς τοὺς κληρονόμους τοῦ Χρ…ουλου … δικαίως ἐξεκαλέσατο. Κλεάνθης ῥήτωρ εἶπεν· τὸ διεγγύημα κέλευσον λυθῆναι. Βασιλιανὸς εἶπεν· δικαίως ἐξεκαλέσατο. λέλυται τὸ διεγγύημα.

---

Documentary Papyri, P.Oxy. 41. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;41.
