# P.Oxy. 41 2960

Documentary Papyri, P.Oxy. 41, P.Oxy. 41 2960. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-41/2960
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-41/2960

Ἀχιλλῖ βασιλικῷ γραμματεῖ παρὰ Διδύμου τοῦ Σπαρταλᾶ καὶ τοῦ ἀδελφοῦ Καλλίου καὶ Πασίωνος τοῦ Πασίωνος καὶ τοῦ ἀδελφοῦ Ἀμόιτος καὶ Καλλίου τοῦ Καλλίου καὶ Κεφαλᾶ Πλουτίωνος καὶ Πλουτίωνος Σύρου καὶ τῶν υἱῶν πάντων ἀπʼ Ὀξυρύγχων πόλεως καὶ Ζωίλου Πτολεμαίου καὶ Πασίωνος Θώνιος καὶ Πανετβέως Ἁρμιύσιος ἀπὸ Νεμερῶν. δεόμεθα ἐπισταλῆναι ἐκ τοῦ δημοσίου τὰς ὀφειλομένας ἑκάστῳ ἡμῶν ὡς ὑπόκειται καὶ μεταδοθείσας διὰ τῶν παρὰ Ἰουλίου Ἑρμίου γενομένου στρατηγοῦ ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ γενήματος πρώτου ἔτους θεοῦ Νέρουα, οὗ ἐμετρήσαμεν εἰς δημόσιον θησαυρὸν ἀπὸ τοῦ ἐπικλασθέντος κώμῃ Νεμερῶν πυροῦ ὡς τῆς ἀρτάβης δραχμῶν η ὁ μὲν Δίδυμος ἀρτάβας β δραχμὰς ιϛ, ὁ δὲ ἀδελφὸς Καλλίας ἀρτάβης 𐅵 δραχμὰς δ, καὶ ὁ Πασίων ἀρτάβας β δραχμὰς ιϛ, καὶ ὁ Ἀμόις ἀρτάβας β δραχμὰς ιϛ, καὶ ὁ ἕτερος Καλλίας ἀρτάβας ζ 𐅵 δ χοίνικας δ δραχμὰς ξβ τετρώβολον, καὶ ὁ Κεφαλᾶς ἀρτάβας γ δραχμὰς κδ, καὶ ὁ Πλουτίων καὶ οἱ υἱοὶ ἀρτάβας δ δραχμὰς λβ, καὶ ὁ Ζωίλος ἀρτάβην α δραχμὰς η, καὶ ὁ Πασίων ἀρτάβης 𐅵 δραχμὰς δ, καὶ ὁ Πανετβεῦς ἀρτάβας γ δραχμὰς κδ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ σϛ τετρώβολον, ἵνʼ ὦμεν εὐεργετημένοι. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Τῦβι κζ Σεβαστῇ. Δίδυμος καὶ Καλλίας ἀμφότεροι Σπαρταλᾶ καὶ Ζοίλος Πτολεμαίου ἐπιδεδώκαμεν. Δίδυμος Σπαρταλᾶ ἔγραψα καὶ ὑπὲρ τῶν ἄλλων μὴ εἰδότων γράμματα. Πασίων Πασίωνος ἐπιδέδωκα. Πλουτίων Σύρου καὶ οἱ υἱοὶ καὶ Πανετβεῦς Ἁρμιύσιος ἐπιδεδώκαμεν. Παυσῖρις Πλουτίωνος ἔγραψα καὶ ὑπὲρ τῶν ἄλλων μὴ εἰδότων γράμματα. Κεφαλᾶς Πλουτίωνος ἐπιδέδωκα. Ἀμοιτᾶς Πασίωνος καὶ Πασίων Θοώνιος ἐπιδεδώκαμεν. Ἀμοιτᾶς Πασίωνος ἔγραψα ὑπὲρ Πασίωνος μὴ εἰδότος γράμματα. Καλλίας Καλλίου ἐπιδέδωκα.

---

Documentary Papyri, P.Oxy. 41. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;41.
