# P.Oxy. 41 2971

Documentary Papyri, P.Oxy. 41, P.Oxy. 41 2971. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-41/2971
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-41/2971

ὁμολογοῦσιν ἀλλήλοις Τασεῦς Ἡρακλᾶτος μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμογνησίου ἀδελφοῦ Σεύθου καὶ Σεύθης Διογένους τοῦ Διονυσίου γέρδιος ἡ μὲν Τασεῦς ἐκδεδόσθαι τῶι Σεύθῃ τὸν ἑαυτῆς υἱὸν Ἡρακλᾶν Ἀπολλω… οὐδέπω ὄντα τῶν ἐτῶν πρὸς μάθησιν τῆς γερδιακῆς τέχνης ἐπʼ ἔτη δύο καὶ μῆνας ἓξ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ποιοῦντα πάντα τὰ ἐπιτασσόμενα αὐτῶι ὑπὸ τοῦ Σεύθου κατὰ τὴν γερδιακὴν τέχνην. ὁ δὲ Σεύθης καὶ αὐτὸς ἐκδιδάξει τοῦτον καθὼς ἐπίσταται, τοῦ παιδὸς τρεφομένου καὶ ἱματιζομένου ὑπὸ τοῦ διδασκάλου Σεύθου, ὁ δὲ αὐτὸς Σεύθης διορθώσεται τὸ ὑπὲρ τοῦ παιδὸς χειρωνάξιον σὺν κατακρίματι τῶν δύο ἡμίσους ἐτῶν. ἐὰν δὲ καὶ ἐν τῶι αὐτῶι χρόνωι ὁ παῖς ἀπαιτηθῇ λαογραφίαν ἢ χωματικὸν ἢ ὑικὴν ἔσται πρὸς τὸν αὐτὸν Σεύθην. ὁ δὲ αὐτὸς Σεύθης, ἐὰν μὴ βούληται ὁ παῖς ὑπὸ τοῦ διδασκάλου τρέφεσθαι, χορηγήσει τῇ Τασεῦτι ὑπὲρ τῶν τούτου τροφείων κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς πέντε καὶ μετὰ τὸν χρόνον δώσει τῶι παιδὶ ὑπάγοντι χιτῶνα ἄξιον δραχμῶν δεκαδύο ἢ αὐτὰς τὰς δραχμὰς δεκαδύο. ἀργήσει δὲ ὁ παῖς … … Ἀμεσυσίοις … ὅσας δʼ ἂν μετὰ ταύτας ὁ παῖς ἀργήσῃ, ἐπὶ τὰς ἴσας αὐτὸν παρέξεται ἡ Τασεῦς μετὰ τὸν χρόνον ἢ ἀποτεισάτω ἑκάστης ἡμέρας δραχμὴν μίαν, τοῦ δὲ ἀποσπασθῆναι πρὸ τοῦ χρόνου ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ἐὰν δὲ καὶ αὐτὸς ὁ Σεύθης μὴ ἐκδιδάξῃ τὸν παῖδα ἐνεχέσθω τῷ ἴσωι ἐπιτίμῳ. κυρία ἡ διδασκαλική. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαμενὼθ ιε. Σεύθης Διογένους ἐκδιδάξω τὸν παῖδα καὶ ποιήσω καθότι πρόκιται. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαμενὼθ ιε. ὁμολ διδασκαλ

---

Documentary Papyri, P.Oxy. 41. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;41.
