# P.Oxy. 42 3057

Documentary Papyri, P.Oxy. 42, P.Oxy. 42 3057. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-42/3057
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-42/3057

Ἀμμώνιος Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. ἐκομισάμην τὴν κεχιασμένην ἐπιστολὴν καὶ τὴν ἱματιοφορίδα καὶ τοὺς φαινόλας καὶ τὰς σύριγγας οὐ καλάς, τοὺς δὲ φαινόλας οὐχ ὡς παλαιοὺς ἔλαβον ἀλλʼ εἴ τι μεῖζόν ἐστιν καινῶν διὰ προαίρεσιν. οὐ θέλω δέ σε, ἄδελφε, βαρύνειν με ταῖς συνεχέσι φιλανθρωπίαις, … οὐ δυνάμενον ἀμείψασθαι, αὐτὸ δὲ μόνον ἡμεῖς προαίρεσιν φιλικῆς διαθέσεως νομίζομεν παρεστακέναι σοι. παρακαλῶ δέ σε, ἄδελφε, μηκέτι λόγον ποιεῖσθαι περὶ τῆς κλειδὸς τῆς μονοχώρου. οὐ γὰρ θέλω ὑμᾶς τοὺς ἀδελφοὺς ἕνεκα ἐμοῦ ἢ ἄλλου διαφοράν τινα ἔχειν. ὁμόνοιαν γὰρ καὶ φιλαλληλίαν εὔχομαι ἐν ὑμῖν διαμένειν ἵνʼ ἦτε ἀκαταλήρητοι καὶ μὴ ὁμοῖοι ἡμῖν. ἡ γὰρ πεῖρα ἐπάγεταί με προτρέψασθαι ὑμᾶς εἰρηνεύειν καὶ μὴ διδόναι ἀφορμὰς ἑτέροις καθʼ ὑμῶν. πείρασαι οὖν καὶ διʼ ἐμὲ τοῦτο ποιεῖν, χαρισάμενός μοι ὃ μεταξὺ ἐπιγνώσῃ ἀγαθόν. τὰ ἔρια ἂν ᾖς εἰληφὼς παρὰ Σαλβίου πλήρη καὶ ᾖ σοι ἀρεστά, ἀντίγραψόν μοι. γελοῖα δέ σοι γέγραφα διὰ τῆς προτέρας ἐπιστολῆς, ἃ παραδέξῃ· ἡ γὰρ ψυχὴ ἀνειμένη γείνεται, ὅταν τὸ σὸν ὄνομα παρῇ, καὶ ταῦτα οὐκ ἔθος ἐχούσης ἠρεμεῖν διὰ τὰ ἐπερχόμενα, ἀλλʼ ὑποφέρει Λεωνᾶς. ἀσπάζομαί σε, δέσποτα, καὶ τοὺς σοὺς πάντας. ἔρρωσο, τιμιώτατε Ἀπολλωνίωι Ἀπολλω ἐπισκέπτῃ ἀδελφῷ.

---

Documentary Papyri, P.Oxy. 42. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;42.
