# P.Oxy. 43 3117

Documentary Papyri, P.Oxy. 43, P.Oxy. 43 3117 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-43/3117
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-43/3117

ἔτους α Παῦνι κ ἐν Ὀξυρυγχείτῃ πρὸ βήματος. Δημήτριος ῥήτωρ εἶπεν, Χαιρήμων Διογένους καὶ …οῦς ἡ καὶ Ταδώρα διὰ Χαιρήμονος ἐντυγχάνουσιν. κέλευσον κληθῆναι Σερῆνον τὸν καὶ Λουκαλέξανδρον. κληθέντος καὶ ὑπακούσαντος, Δημητρίου ἀρχομένου λέγειν, Ἀσκληπιάδης ῥήτωρ εἶπεν, ὑπερτιθέμεθα τὴν σήμερον εἰς βιβλία. Δημήτριος ῥήτωρ εἶπεν, καὶ χθὲς ὑπερέθετο, πῇ μὲν λέγων κοινωνεῖν αὐτῷ ὀρφανοὺς καὶ προσήκειν αὐτοὺς παρεῖναι τοὺς μήτε δικαζομένους μήτε ἐπιόντας, ἐπεὶ δὲ τῷ …ω ἐκέλευσας αὐτῷ ἀποκρίνασθαι, ἐκ δευτέρου ἔφη δεῖν διδάξαι τὸν ῥήτορα καὶ ἐπεὶ ἔμαθες ὅτι φυγοδικεῖ ἐκέλευσας, ἐὰν μὴ ἀποκρίνηται σήμερον καὶ κατὰ τὸν παρόντα, ἀποφανεῖσθαι. τοῦτο περιέχει σου τὰ ὑπομνήματα. — Ἀλέξανδρος ἐπίτροπος εἶπεν, εἶπον ὅτι ἐὰν μὴ εἴπῃ ὅρον δώσω. Ἀντώνιος ῥήτωρ εἶπεν, εἰς τὸ τὸ πρᾶγμα διδάξαι οὐ χρεία ἐστὶν παμπόλλων βιβλίων. — Ἀλέξανδρος ἐπίτροπος ἐπύθετο, περὶ τίνος ἐστὶν τὸ πρᾶγμα; διὰ τί ὑπερτίθεται; Σερῆνος εἶπεν, κοινά ἐστιν ἐμοῦ καὶ τοῦ ἀδελφοῦ τὰ βιβλία καὶ ὁ ἀδελφός μου δεῖται βοηθεῖν. μεγάλα ἐστὶν τὰ ὑπομνήματα. Χαιρήμων εἶπεν, ἐγὼ τὰ ὑπομνήματα ἐπιφέρω. Δημήτριος ῥήτωρ εἶπεν, εἰ ἄκριτον ἦν τὸ πρᾶγμα, ἐνῆν ἀναχωρεῖν ἴσως εὐλόγως αὐτὸν καὶ λέγειν ὡς πάλειν προσήκει παρεσκευασμένον ἥκειν. ἐπεὶ δὲ κέκριται καὶ ἀποφάσεως φθάνον τετύχηκεν, ὡς …ην ἀπόφασιν βιαζόμενος, ὑπεύθυνός ἐστιν τοῖς ἐκ τῶν νόμων. Σερῆνος τι…διαθ… … ἐπὶ κληρονόμοις δυσὶ παισίν, Ἡραίδι θυγατρί, καὶ Λεωνίδῃ υἱῷ. τὰ μέρη τῆς κληρονομίας … διαθήκαις ἑκατέρῳ ἐδέδοτο. μετὰ ταῦτα Ἡραὶς ηὔθυνεν τὰς διαθήκας ὡς οὐ νομιμ… …νας ἐνέτυχεν Καλλιστιανῷ τῷ τότε δικαιοδότῃ διαδεχομένῳ τὰ κατὰ τὴν ἡγεμονίαν … τὰς μὲν διαθήκας λελύσθαι, κληρονομεῖν δὲ ἐξ ἴσου τῷ ἀδελφῷ ὡς ἐξ ἀδιαθέτων μ… … τοῦ Λεωνίδου Καλλιστιανὸς ἀποφαίνεται. μετὰ ταῦτα ἐνέτυχεν Χρήστῳ τῇ ἡγεμονίᾳ …τα μαθὼν ὁ Λεωνίδης ἐκκαλεῖται πρὸς τὴν ἀπόφασιν τὴν Καλλιστιανοῦ … ἐκκλήτου, πλὴν ταῦτα πάντα λέλυται ὑπὸ Ὁνωρατιανοῦ. ἐνταῦθα γ… …ατι καὶ τὴν εὐχὴν Ἡραίδος φυλάττει καὶ ἐκβάλλει τὰς διαθήκας … Καλλιστιανοῦ τὴν κελεύουσαν ἐξ ἀδιαθέτου ἰσομοιρίαν ἔχειν … ἡμᾶς τοὺς τῆς Διογενίδος κληρονόμους ἔδει τὸ ἡμικλήριον … … Ὁνορατιανὸς μὲν γὰρ παρέδωκεν τῇ Διογενίδι τὰ Λεωνιδ… ἀπελευθέρα Ἁρθωνίου Πτολεμαίου τοῦ Διδύμου μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως Κοττιειοῦς ἐπικεκλημένη Εὐφροσύνη οἰκογενὴς δούλη ἐκ δούλης Κοπροῦτος ὡς ἐτῶν λύτρα δραχμῶν Αχ. Ἁρθῶνις ὁ καῖ …ιρίων Ἁρθωνίου μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως.

---

Documentary Papyri, P.Oxy. 43. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;43.
