# P.Oxy. 44 3195

Documentary Papyri, P.Oxy. 44, P.Oxy. 44 3195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-44/3195
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-44/3195

ὑπατείας Ἰουνείου Βάσσου καὶ Φλαουίου Ἀβλαβίου τῶν λαμπροτάτων ἐπάρχων Παῦνι …. Φλαουίῳ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Πανάρους Ἡ…ωνήτου καὶ Ἡ…ηου Μούρου ἀμφοτέρων ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως μηνιαρχῶν οἰκοδόμων. ἐπεστάλημεν ὑπὸ σοῦ ἐκ βιβλιδίων ἐπιδοθέντων σοὶ ὑπὸ Δίου Θεωρας ὥστε παραγενέσθαι ἐν τῇ αὐτῇ πόλει ἐπὶ ἀμφόδου Δρόμου Θοήριος καὶ ἐπιθεωρήσειν αὐλὴν ἀποδοθεῖσαν αὐτῷ ὑπὸ Διδύμης Τίτου ἀπὸ τῆς αὐτῆς πόλεως οὖσαν ἐκ βορρᾶ οἰκητικῆς οἰκίας τῆς αὐτῆς Διδύμης καὶ η…ν καταλάβωμεν …εσεν ἐνγράφως σοὶ προσφωνήσειν. ὅθεν ἐκεῖσε γενόμενοι ἐπεθεωρήσαμεν … ἐκ βορρᾶ οὐς…αὐλῆς οἰκίας τῆς αὐτῆς Διδύμης …υριτ…εν βορᾶ τοίχου οἰκίας τῆς αὐτῆς Διδύμης ἐλευθέρας οὔσας …νοπ… βορινῆς πλευρᾶς … αὐλῆς …νοικοδομηθηνη. διὸ προσφωνοῦμεν. Αὐρήλιοι … ο… ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαουίου Ἀβλαβίου τῶν λαμπροτάτων … Φλαουίῳ Ἰουλιανῷ λογιστῇ καὶ Κλαυδίῳ Ἑρμείᾳ ἐκδίκῳ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Θεωνίνου καὶ Ἥρωνος καὶ Σιλβανοῦ καὶ Διδύμου δημοσίων ἰατρῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ἐπεστάλημεν ὑπὸ τῆς ὑμῶν ἐμμελείας ἐκ βιβλιδίων ἐπιδοθέντων ὑπὸ Αὐρηλίου Παησίου Σενενοῦφιος ἀπὸ κώμης Πέλα ὥστε ἐπιδεῖν τὴν περὶ αὐτὸν διάθεσιν καὶ ἐνγράφως προσφωνῆσαι. ὅθεν τοῦτον ἐπείδομεν ἐπὶ γραβάτου ἐν τῷ δημοσίῳ λογιστηρίῳ ἔχοντα ἐπὶ τοῦ δεξιοῦ μέρους τῆς κορυφῆς τραύματα … ο…τ…ια…ι… ὑμένος καὶ ἐπὶ τοῦ δεξιοῦ μέρους τοῦ μετώπου οἴδημα καὶ ἐπὶ τοῦ πήχυος τῆς ἀριστερᾶς χειρὸς πελίωμα μετὰ ἀμυχῆς καὶ ἐπὶ τοῦ πήχυος τῆς δεξιᾶς χειρὸς πελιωμάτιον, ἅπερ προσφωνοῦμεν. ὑπατείας τῆς προκειμένης Παῦνι κ. Αὐρήλιος Θεωνῖνος προσεφώνησα ὡς πρόκιται. Αὐρήλιος Ἥρων προσεφώνησα ὡς πρόκειται. Αὐρήλιος Σιλβανὸς προσεφώνησα ὡς πρόκιται.

---

Documentary Papyri, P.Oxy. 44. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;44.
