# P.Oxy. 46 3285

Documentary Papyri, P.Oxy. 46, P.Oxy. 46 3285 Vo. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-46/3285
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-46/3285

τὸν καὶ τόν, πατρὸς τοῦ καὶ τοῦ, κατῳκοδομηκέναι ψιλόν τι οἰκόπεδον, τοῦτο δὲ φῇ αὑτοῦ εἶναι καὶ τοῦ πατρὸς αὑτοῦ, ὃς ἐώνηται αὐτὸ κατὰ συνγραφήν, ὁ δὲ καταβοηθεὶς φῇ ὡς τοῦτο αὑτοῦ εἶναι καὶ τοῦ πατρὸς αὑτοῦ καὶ ἠγορακέναι κατὰ συγγραφήν, ἐπερωτῶσι οἱ δικασταὶ τὸν καταβοηθέντα εἰ ἀξιοῖ αὐτὸς ἐπιδεῖξαι ὡς εἶναι τὸ οἰκόπεδον αὑτοῦ καὶ τοῦ πατρός, ὃς ἐώνηται αὐτὸ κατὰ συνγραφήν, ἢ τὸν καταβοήσαντα καθάπερ προγέγραπται. ὡς ἂν τῷ καταβοηθέντι δοκῇ ἐπιχωρεῖται αὐτῷ καὶ ἐπιδείξαντος … …νγρα…ι αὐτῷ ὁ καταβοηθείς … ἐὰν δὲ ὁ καταβοηθεὶς ὁμολογήσας ἐπιδείξειν μὴ ἐπιδείξῃ, συγχωρεῖται ἡ οἰκία τῷ καταβοήσαντι καὶ γράφεται αὐτῷ ὁ καταβοηθεὶς συνγραφὴν ἀποστασίου. … ἐὰν δὲ ὁ ἡσσηθεὶς βούληται καθελεῖν τὴν οἰκίαν ἣν αὐτὸς ᾠκοδόμησε ἐν τῷ οἰκοπέδῳ καὶ ἀπενέγκασθαι τὰ οἰκοδομηθέντα, ἐπιχωρεῖται αὐτῷ λύειν αὑτὸν ἀπενεγκάμενον τὰ οἰκοδομηθέντα. … ἐὰν δὲ ὁ καταβοηθεὶς ἀξιώσῃ τὸν καταβοήσαντα ἐπιδεῖξαι ὡς ἔστιν αὑτοῦ τὸ οἰκόπεδον, προστάσσουσι αὐτῷ οἱ δικασταὶ ἐπιδεικνύναι, καὶ ἐὰν ἐπιδειξῃ, συγχωρεῖται αὐτῷ ἡ οἰκία. … ἐὰν δὲ ὁ καταβοηθείς … …α συνχ… … τοιχο… ἐὰν δὲ μὴ τύχῃ ἡ οἰκία οὖσα ἐν τῇ αὐτῇ πόλει ἐν ᾗ οἱ δικασταὶ διατρίβουσι, ἐπιδεικνύναι δεῖ τοὺς κρινομένους περὶ τοῦ τοίχου καθάπερ ἐπὶ τῶν οἰκιῶν γέγραπται. ἐὰν δέ τις καταβοήσῃ κατά τινος περὶ ῥύμης, φάμενος αὐτὴν εἶναι τῆς ἑαυτοῦ οἰκίας, ὁ δὲ καταβοηθεὶς φῇ ὡς ταύτην εἶναι τὴν ῥύμην τῆς ἑαυτοῦ οἰκίας, τοὺς τοιούτους διακρίνεσθαι δεῖ κατὰ τὰ ἄνω γεγραμμένα. … ἐὰν δέ τις καταβοήσῃ κατά τινος, φάμενος τὴν χολέδραν τῆς οἰκίας τοῦ ἀντιδίκου καταρραίνειν τὴν ἑαυτοῦ οἰκίαν τῷ ἀπορρέοντι ὕδατι, περὶ τῶν τοιούτων ἐπισκοποῦσι οἱ δικασταὶ ἐγχέοντες ὕδωρ εἰς τὴν χολέδραν. ἐὰν δέ τι ῥαίνῃ τὴν οἰκίαν τοῦ καταβοήσαντος, ἀποτέμνουσι ἀπὸ τῆς χολέδρας ἕως ἂν μηκέτι ῥαίνῃ. … ἐὰν δέ τις καταβοήσῃ κατά τινος, φάμενος αὐτὸν τὴν θύραν τῆς ἑαυτοῦ οἰκίας ἀνεῳχέναι εἰς τὸ αὐτοῦ οἰκόπεδον, ἐὰν μὴ εὑρεθῇ ἐν τῷ τόπῳ τούτῳ ἐν ᾧ ἀνέῳχε τὴν θύραν ἴδιον οἰκόπεδον ὑπάρχον τῷ ἀντιδίκῳ, ἀναγκάζεται ἀνοικοδομεῖν τὴν θύραν ἣν ανέῳχε. ἐὰν δέ τις καταβοήσῃ κατά τινος, φάμενος αὐτὸν ὑπορύξαι ὑπὸ τὴν αὐτοῦ οἰκίαν καὶ ποιῆσαι αὐτὴν πεσεῖν, προστάσσεται τῷ καταβοηθέντι ὀμόσαι τῷ καταβοήσαντι εἶ μὴν ὅτι οὐ πονηρεύεσθαι πρὸς τὸ πεσεῖν …

---

Documentary Papyri, P.Oxy. 46. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;46.
