# P.Oxy. 46 3302

Documentary Papyri, P.Oxy. 46, P.Oxy. 46 3302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-46/3302
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-46/3302

Κλαυδίῳ Κλεοπάτρῳ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίας Σερηνίλλης θυγατρὸς Συρίωνος τοῦ καὶ Εὐστοχίου γυμνασιαρχήσαντος γενομένου βουλευτοῦ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ. ἔδει μὴ πρὸς τούτοις τοῖς ἀπευκταίως παρὰ τῆς τύχης μου συμ… ἐπαχθῶς με βιάζεσθαι. ἀλλὰ γὰρ τῆς πρὸς τῶν γονέων κηδεμονίας… ἔτι μὴν καὶ τῶν καταλελειμμένων μοι μάλιστα ὑπʼ αὐτοῦ τοῦ πατρὸς ὑπαρχόντων ὑπὸ βιαίων καὶ δυναστῶν παρανόμως κρατηθέντων ἐγώ τε ἐντυχίαις ἐχρησάμην περὶ τῆς τούτων ἀποκαταστάσεως τοῖς πρὸς τῇ ἡγεμονίᾳ γεγονόσι ἀλλὰ μὴν καὶ τῷ σῷ μεγαλείῳ καὶ προστάξεις ἐφοίτησαν διʼ ἀποφάσεων καὶ ὑπογραφῶν ἀλλὰ μὴν καὶ διαδικασιῶν γεγενημένον ὑπὸ τῶν ὑπὸ τῆς ἡγεμονίας δοθέντων κατὰ καιρὸν δικαστῶν ὥστε μοι καὶ τὴν ἀποκατάστασιν τούτων γενέσθαι καὶ εἰσαχθῆναί με εἰς τὴν νομήν. ἀλλʼ ἐπειδὴ μᾶλλον ἀνδρεϊζόμενοι περὶ τὸ βιάζεσθαί με οὐ μόνον τῶν ἡμετέρων ὑπαρχόντων ἀφείστασθαι οὐ βεβούληνται, ἀλλʼ ἔτι ὑποβάλλει με καὶ δι… συντελεῖν ὑπὲρ αὐτῶν ἀφʼὧν οὐδὲ τὴν πρόσοδον ἐκαρπωσάμην κ… τῶν πρακτήρων ειρ…η καὶ τηροῦμαι συνεχῶς ἐν τῷ δημοσίῳ λογιστηρίῳ οὐ δίκαια οὐ… οὐδὲ ἄξια ἀλλὰ ἀνοίκεια καὶ τῶν νόμων καὶ τῆς τούτοις ἀκολούθως πρυτανευομένης ἡμῖν ὑπὸ τοῦ σοῦ μεγαλείου εἰρήνης. διὸ ἀξιῶ εἴ σου δοκεῖ τῇ τύχῃ προστάξαι διʼ ὑπογραφῆς τὸν στρατηγὸν μηδὲν ἄτοπον ἐπιτρέπειν γείνεσθαι κατʼ ἐμοῦ ὑπὸ τῶν πρακτήρων ἀλλὰ …υς τοὺς τῇ βίᾳ καρπωσαμένους τὰ ἡμέτερα …α ἀποδεδωκ…της παραδ…υσης ἐπι γειν…α ἂν διαφέροντα…η δυνηθείην ἐν τῇ ἰδίᾳ συμμένειν …τος ἐπὶ ταύτῃ τῇ …σία ὁμολογη… διευτύχει. … ἔτους ιζ καὶ ιϛ ἔτους … εἴ τις …είγνυτο κ… κολλήματος … τόμου …

---

Documentary Papyri, P.Oxy. 46. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;46.
