# P.Oxy. 47 3365.1.1-39

Documentary Papyri, P.Oxy. 47, 3365.1.1 to 3365.1.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-47/3365.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-47/3365.1.1

ἀντίγραφον πράσεως. Αὐρήλιος Ἀμμώνιος ὁ καὶ Ἀπολλώνιος στρατηγὸς Ὀξυρυγχείτου βιβλιοφύλαξι ἐνκτήσεων τοῦ αὐτοῦ νομοῦ τοῖς φιλτάτοις χαίρειν. ἴσον βιβλιδίου Αὐρηλίου Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος καὶ πρυτανεύσαντος τῶν αὐτόθι ᾧ ὑπεκολλήθη ὁ ἀναπεμφθεὶς πρὸς ὑμᾶς ἀπὸ διαλογῆς χρηματισμὸς ἐπιστέλλεται ὑμῖν ὅπως εἴ τι ἀκόλουθόν ἐστιν τῷ ἑαυτῶν τιμήματι πράξετε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν κζ. Αὐρηλίῳ Ἀμμωνίῳ τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος καὶ πρυτανεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως. κατʼ ἔνγραπτον ἀσφάλειαν γενομένην τῷ προδιελθόντι β ἔτει μηνὶ Θὼθ η ἐώνημαι καὶ παρακεχώρημαι παρὰ Μάρκου Οὐιβίου Ὡρειγένους τοῦ καὶ Μάγνου στρατιώτου χώρτης ἑβδόμης οὐιγούλων ἑκατονταρχίας Φειβειλις ὀφικιαρίου τριβούνου Οὐιβίου Ὡριγένους ἀπὸ ἑκατονταρχίας υἱοῦ διὰ τοῦ ἀποσυσταθέντος ὑπʼ αὐτοῦ καθʼ ὑπομνήματος πρυτάνεων οὗ χρόνος ἐν πρυτανείῳ ἐπὶ τοῦ τότε διελθόντος ἔτους Παχὼν Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Διονυσοθέωνος γυμνασιαρχήσαντος βουλευτοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως ἐπὶ τοῖς διὰ τοῦ ὑπομνήματος δηλουμένοις πᾶσι καθʼ ἃ ἐπικεχώρηται χρηματίζεσθαι εξ …ν ἐπέδωκε Μηουίῳ Ὁνωρατιανῷ …νεκσφρ… ἀνελημφθη …η επι…θηκη …ρ…λυθ… των…διακατοχη κ… παρὰ τοῖς ἐπισκ…ις ἀπογραφῇ τῷ αὐτῷ ἔτει μηνὶ Θὼθ κατηντηκότων καὶ εἰς αὐτὴν ἀπὸ Μάρκου Οὐλπίου Οὐαλεριανοῦ υἱοῦ Οὐλπίου Οὐαλεριανοῦ ὅπερ καὶ Οὔλπιος Οὐαλεριανὸς πατὴρ Οὐλπίου Οὐαλεριανοῦ ἐώνηται κατὰ συνχώρησιν τελειωθεῖσαν διὰ τοῦ καταλογείου τῷ α ἔτει τοῦ παρελθόντος χρόνου Παχὼν παρὰ Κλαυδίου Οὐαλεριανοῦ τῶν ἐντίμως ἀπολυθέντων ἀπὸ ὀφικιαλίων ἐπάρχου Αἰγύπτου παραδοθέντων τῷ Οὐιβίῳ Ὡριγένει τῷ καὶ Μάγνῳ διὰ τοῦ ἀξιολογωτάτου γενομένου ἀρχιδικαστοῦ Αὐρηλίου Βησαρίωνος δικαίῳ δεσποτείας τῷ διεληλυθότι ἔτει Θὼθ ἀκολούθως τοῖς γενομένοις ὑπʼ αὐτοῦ ὑπομνήμασι· περὶ μὲν …θειν τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ ἐκ τοῦ Λοίπου καὶ Πο… κλήρων σιτικῆς μοναρτάβου ἀρούρας πέντε · καὶ περὶ Σιναρὺ ἐκ τοῦ … τοῦ Καλλιστράτου κλήρου πρότερον ἐν δυσὶ σφραγῖσι νυνὶ οὔσας ὑπὸ μίαν ὄψιν ἀρούρας δύο τέταρτον ὄγδοον · καὶ περὶ Ταλαὼ ἐκ τοῦ Διοκλέους κλήρου μοναρτάβου ἄρουραν α καὶ ἐκ τῶν Διονυσίου τοῦ Πολέμωνος κλήρων ἐν β κοίταις ἀρούρας ε ὧν μία ἀρούρας δ τῆς δὲ ἑτέρας ἄρουραν α· καὶ ἐκ τοῦ Δρόμονος καὶ Ποτάμωνος κλήρων ἰδιωτικῆς ἄρουρας 𐅵 καὶ ἐκ τοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων πρότερον ἐν δυσὶ σφραγῖσιν ἄρουραν α 𐅵 δ καὶ περὶ τὴν αὐτὴν Ταλαὼ ἐκ τοῦ αὐτοῦ Μοσχίωνος καὶ Σωγένους κλήρων

---

Documentary Papyri, P.Oxy. 47. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;47.
