# P.Oxy. 47 3366.2.36-70

Documentary Papyri, P.Oxy. 47, 3366.2.36 to 3366.2.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-47/3366.2.36
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-47/3366.2.36

καὶ ἁπλῶς τὸ συμφέρον ἡγήσει ὡς ὑπὲρ σχολαστικοῦ καὶ φίλου καὶ δεομένου σκοπῶν· ἔσται δὲ καὶ ἡ ἀντιγραφὴ ἀναμφίβολος πρὸς τὸ μὴ ὑπὸ κακοηθείας … ἀνασκευασθῆναι. τοῦ δὲ ἑταίρου προκαλουμένου με διὰ Ἡρακλάμμωνος τοῦ κανανικλαρίου ἀδελφοῦ αὐτοῦ ὄντος διαπέμψασθαι τὴν αἴτησιν η… μᾶλλον προθυμότερον ὑπ… στρατιωτικοῦ ἀπηλλαγμένον. τοῖς γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων ἔθνους αὐτοκράτορσι καίσαρσι Πουπλίωι Λικιννίωι Οὐαλεριανῶι καὶ Πουπλίωι Λικιννίωι Οὐαλεριανῶι Γαλλιηνῶι εὐσεβέσιν εὐτυχέσι σεβαστοῖς παρὰ Λολλιανοῦ τοῦ καὶ Ὁμοίου. ἡ οὐράνιος ὑμῶν μεγαλοφροσύνη, μέγιστοι αὐτοκράτορες τὴν αὑτῆς φιλανθρωπίαν ἐκτείνασα ἐπὶ πᾶσαν ὑμῶν τὴν οἰκουμενην καὶ ἐφʼ ἅπαντα τόπον ἐκπέμψασα καὶ ἐμὲ εἰς εὐελπιστίαν ἤγαγεν ἀξίωσιν ἀνενεγκεῖν τῆι θείαι ὑμῶν τύχηι, ἐχομένην καὶ λόγου καὶ νόμου. ἔστιν δὲ αὕτη· οἱ θεοὶ πρόγονοι ὑμῶν οἱ κατὰ χρόνους βασιλεύσαντες ἐν ἀρετῆι καὶ παιδείαι ἐπιλάμψαντες τῆι αὑτῶν οἰκουμένηι ὥρισαν κατὰ μέγεθος τῶν πόλεων καὶ ποσότητα δημοσίων γραμματικῶν προστάξαντες …εις… παῖδας δίδοσθαι … …ω…φ…λομε…ει…ωνδ…ιμα…α…οι…υ… …ς…α…ρας… γ…ν διδοσ…α…τω…διδ…λον… …κανων…νδεπ…χατ… δ…στ… τω…οσ…ου…ν …σαιτου…ε…χλεμ…μ…ς… καὶ τὰ πρὸς τὸν βίον χρειώδη επε… δύνασθαι τῶν παίδων ἀσχολούμενον ἀεὶ τῇ αἰτήσει προσλιπαρεῖν ἀνάγκην ἔσχον τὴν ἱκετηρίαν ταύτην τοῖς ἴχνεσιν ὑμῶν προσενεγκεῖν ὑμῶν τοῖς ἴχνεσι, θειότατοι αὐτοκράτορες ἄλυπον μὲν τῶι τῆς πόλεως λόγωι κατὰ τὸ δικαιότατον δέ μοι λυσιτελοῦσαν, ὥστε κῆπον τῆς πόλεως ἔνδον τειχῶν ὄντα καλούμενον παράδεισον Δικτύνου σὺν τοῖς οὖσι φυτοῖς καὶ τῷ πρὸς ἀρδείαν ὕδατι, φέροντα ἐν μισθώσει χ ἀττικὰς, δοθῆναὶ μοι κελεῦσαι τὴν μεγίστην ὑμῶν τύχην, ἵνα αὐτόθεν ἔχων τὰ πρὸς χρείαν πρόσφορα τῇ τῶν παίδων διδασκαλίᾳ προσευκαιρεῖν δύνωμαι καὶ εήσει τὴν οὐράνιον ὑμῶν φιλανθρωπίαν …ς …θα…η…α ο… …νεδρο…κ…ς…

---

Documentary Papyri, P.Oxy. 47. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;47.
