# P.Oxy. 48 3393

Documentary Papyri, P.Oxy. 48, P.Oxy. 48 3393. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-oxy-48/3393
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-oxy-48/3393

ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων, Παῦνι ιδ. Αὐρηλίοις Σαρμάτῃ καὶ Διογένει ῥιπαρίοις Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Δωροθέου καὶ Παπνουθίου ἀμφοτέρων ἐκ πατρὸς Ἀφυγχίου ἀπὸ τῆς αὐτῆς πόλεως. πρὸ τούτου προετράπημεν ὑπὸ Εὐλογίου πολιτευομένου ὥστε χώραν βοηθοῦ ἀποπληρῶσαι ἐπὶ κώμης Τερύθεως καὶ διδόναι πᾶσαν προχρείαν τοῦ εὑρεῖν καὶ διδόναι εἰς τὰ ζητούμενα δημόσια παντοῖα ἄχρις ἂν τὴν ἀπαίτησιν τῆς προλεχθείσης κώμης ποιησώμεθα, καὶ δὴ πεισθέντες ἐπὶ τούτοις αὐτῷ ἀμέμπτως τὴν χρείαν ἀπεπληρώσαμεν· ἐν δὲ τῷ μεταξὺ οὐδεμίαν προχρείαν παρέσχεν, ἀλλὰ ἡμᾶς παρέβαλεν τοῖς ἀπαιτηταῖς καὶ μετὰ ὕβρεων ἀπῃτήθημεν τὰ συντείνοντα τῇ αὐτῇ κώμῃ. ἐπεὶ τοίνυν ἀπὸ τῆς πολλῆς πενίας μηδὲν κεκτημένοι κατὰ τὸ παντελὲς ἐδανεισάμεθα παρὰ δανειστῶν ῥητὴν ποσότητα ἀργυρίων καὶ νομισματίων τῶν καὶ δοθέντων εἰς τὰ αὐτὰ δημόσια καὶ ὅτι οὐκ ἐπετράπημεν ὑπὸ τοῦ αὐτοῦ Εὐλογίου ἐκβῆναι εἰς τὴν προειρημένην κώμην ἀπὸ μηνὸς Τῦβι ἕως τοῦ παρόντος καὶ τόκους χορηγοῦμεν τοῖς δανεισταῖς τοῖς εὐχρηστήσασι ἡμῖν μὴ ἐπιτραπέντες τὴν ἀπαίτησιν ποιήσασθαι τῶν προχρησθέντων ὑφʼ ἡμῶν ἀλλὰ καὶ τὸν υἱὸν αὐτοῦ Σαραπίωνα καὶ Δωρόθεον βοηθὸν ἀπέστειλεν εἰς Τερῦθιν ἀνθʼ ἡμῶν καὶ τὴν ἀπαίτησιν πεποίηνται, τούτου ἕνεκεν τὰ βιβλία ἐπιδιδόαμεν τῇ ὑμῶν ἐμμελείᾳ ἀξιοῦντες μετασταλῆναι τοὺς δημοσίους τοὺς καὶ ὑπευθύνους ὄντας καὶ ἐπαναγκασθῆναι πάντα τὰ προχρησθέντα ὑφʼ ἡμῶν ἀποδοῦναι ἵνα καὶ ἡμεῖς δυνηθῶμεν τοῖς εὐχρηστήσασι ἡμῖν ἀποδοῦναι καὶ συνμεῖναι ἐπὶ τῆς ἰδίας καὶ μὴ ἐκ ταύτης τῆς ἀφορμῆς μετανάσται γενώμεθα τῆς πατρίδος.

---

Documentary Papyri, P.Oxy. 48. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.oxy;48.
